Ancient Greek
Pg 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 1
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΜΑΚΑΡΙΟΝ ΙΩΒ Ἄξιον πρῶτον ἐπιζητῆσαι, πότε οὗτος ὁ ἀνὴρ γέγονεν. τινὲς μὲν οὖν αὐτόν φασι πρὸ τοῦ Μωσέως εἶναι καὶ πέμπτον ἀπὸ Ἀβραάμ, τινὲς δὲ ἐν τῷ νόμῳ. ἀλλὰ μηδέπω ἀποφαινώμεθα, ἕως ἂν ἀπ' αὐτῆς τῆς ἱστορίας μάθωμεν, εἴτε ἐν τούτῳ εἴτε ἐν ἐκείνῳ τῷ χρόνῳ ἦν. οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ γνῶναι τοῦ ἀνδρὸς τὴν ἀρετήν· οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν Μωσαϊκῶν τοιοῦτον εἶναι, οὕτως ἐνάρετον καὶ θαυμαστόν, καὶ πρὸ ταύτης τῆς παραινέσεως τοσαύτην ἐπιδείκνυσθαι τὴν ἰσχύν. ὅτι μὲν γὰρ μέγας ἦν ὁ ἀνήρ, καὶ αὐτὰ τὰ πράγματα δηλοῖ, δηλοῖ δὲ καὶ ὁ θεὸς λέγων· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται. τίνος δὲ ἕνεκεν αὐτοῦ Μωσῆς οὐχὶ μέμνηται; ποία γὰρ ἦν ἀνάγκη μνησθῆναι ἢ τίνος ἕνεκεν;