Ancient Greek · ~8 min
Pg 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 2
Not analysed yet
σὺ δέ μοι θέα, πῶς οὐδὲν αὐτὸν ὁ πρόγονος παρέβλαψεν ὁ Ἠσαῦ. οὐκ ἦν ἀπὸ τοῦ Ἀβραάμ; μᾶλλον δέ, οὐκ ἦν ἀπὸ τοῦ Ἰακώβ, ἀλλὰ καὶ χώραν ξένην εἶχεν· ὁρᾷς, ὅτι πᾶσι διδασκάλους ἔπεμψεν ὁ θεός; σὺ δέ μοι βλέπε, πῶς ἄνωθεν ἡ γνῶσις τοῦ θεοῦ πανταχοῦ δήλη ἦν. ὁρᾷς γὰρ καὶ τοὺς φίλους αὐτοῦ ἔννοιαν ἔχοντας περὶ θεοῦ· τίς αὐτοὺς ἐδίδαξεν; τίς κατήγγειλεν; καὶ γὰρ ἐμοὶ δοκεῖ πρὸ τοῦ νόμου εἶναι, καὶ δῆλον αὐτόθεν, ὥστε εἰκότως ἄν τις εἴποι, ὅτι πρῶτον τοῦτο τὸ βιβλίον διδάσκαλός τις καὶ κῆρυξ ἦν τῆς τοῦ θεοῦ γνώσεως, ἀλλὰ διὰ βίου μὲν καὶ ὑπομονῆς δῆλον. ἔδει δὲ καὶ σημεῖα γενέσθαι ἐπ' αὐτοῦ, ὥστε καὶ ταύτῃ ἀπηρτισμένον εἶναι τὸν διδάσκαλον. καθάπερ γὰρ ἐπὶ τοῦ Ἀβραὰμ πολλὰ γέγονε σημεῖα, οὕτω καὶ ἐνταῦθα. καὶ ὅρα, πῶς ἔρχονται βασιλεῖς αὐτοὶ μάρτυρες τῶν δεινῶν ἐσόμενοι. ἐπειδὴ γὰρ μετὰ τὴν τῶν δεινῶν ἐπαγωγὴν ἤμελλεν ἄπιστος εἶναι ἡ πρὸς τὸ βέλτιον αὐτοῦ μεταβολή, διὰ τοῦτο πολὺν χρόνον ποιεῖ καὶ πολλοὺς γενέσθαι θεατάς, καὶ ἔξω αὐτὸν καθίζει πᾶσιν ἐσόμενον θέατρον τοῖς βουλομένοις ὁρᾶν, ἵνα, ὅταν αὐτὸν μέλλῃ πρὸς τὸ βέλτιον μετατιθέναι, μηδεὶς ἀπιστῇ, ὅτι οὗτος ἐκεῖνος ἦν. καθάπερ γὰρ τὸν Λάζαρον τεσσάρων ἡμερῶν ἀφῆκε γενέσθαι νεκρόν, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀνάστασις, οὕτω καὶ τοῦτον πολὺν χρόνον εἴασεν, ἅμα μὲν τὴν ὑπομονὴν αὐτοῦ δεικνύς, ἅμα δὲ καὶ τὸ θαῦμα πιστούμενος τῆς μεταβολῆς. οἱ γὰρ οὕτως αὐτὸν ἑωρακότες, οἱ διακωμῳδοῦντες, οὗτοι μετὰ ταῦτα μεταβληθέντα ἰδόντες οὐκέτι ἔμελλον ἀπιστεῖν, ὅτι οὗτος ἐκεῖνος ἦν. καὶ καθάπερ τότε ἐκεῖνοι οἱ εἰπόντες ἐπὶ τοῦ Λαζάρου, ὅτι ἤδη ὄζει διὰ τῶν πραγμάτων ἐδιδάσκοντο τὴν ἀλήθειαν, οὕτω δὴ καὶ νῦν ἐγίνετο. ὁρᾷς, πῶς πανταχοῦ προνοεῖ τῶν ἀνθρώπων ὁ θεός; ὅτε ἦσαν ἐν Αἰγύπτῳ <οἱ> Ἰουδαῖοι καὶ ἔρημος ἦν αὕτη ἡ χώρα τῶν διορθούντων, εἶχον τὰ κατὰ τὸν Ἰώβ. ὅρα γὰρ αὐτὸν ἐν πλούτῳ καὶ πενίᾳ ἀμφοτέρων παράδειγμα ὄντα, οὔτε ἐκεῖθεν φυσηθέντα οὔτε