Ancient Greek
Pg 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 10
Not analysed yet
ἀκουέτωσαν οἱ πατέρες, ὅσοι παῖδας ἔχουσιν, ὅσην ὑπὲρ αὐτῶν ποιεῖσθαι πρόνοιαν ὀφείλουσιν. ἐπειδὴ γὰρ πότος ἦν, ἐπειδὴ συμπόσιον ἦν, εἴωθε δὲ πολλάκις ἡ διάνοια παρατρέπεσθαι παρὰ τοὺς τοιούτους καιρούς,—διὰ τοῦτο καὶ Μωσῆς ἔλεγεν· φαγὼν καὶ πιὼν μνήσθητι κυρίου τοῦ θεοῦ σου. τουτέστιν· ἀπόκρημνος ὁ τόπος ἐστὶν ἐκεῖνος, ταχέως εἰς λήθην ἄγει. τότε οὖν μάλιστα μέμνησο, ὅτε μάλιστα ἐκβαλεῖν σου τῆς διανοίας ἐπείγεται τὸν θησαυρὸν ὁ διάβολος. οὕτως οὖν καὶ οὗτος ᾔδει τὴν τρυφὴν καὶ τὴν διάχυσιν ἐργαζομένην τι τοιοῦτον—οὕτω καὶ οἱ Ἰσραὴλ παῖδες ἔφαγον καὶ ἀνέστησαν παίζειν—, διὰ τοῦτο πεπληρωμένου τοῦ πότου τὰς θυσίας προσέφερεν. τινές φασιν, ὅτι καὶ ἱερεῖς τὸ παλαιὸν ἦσαν, ὥσπερ ὁ Μελχισεδέκ, αὐτοχειροτόνητοι· τοῦτο οὖν ἐστι τὸ ἀπέστελλεν. εἰ δὲ προσφέρει θυσίας, οὐχὶ κατὰ νόμον, ἐπεὶ καὶ Ἀβραὰμ προσήνεγκε καὶ Νῶε καὶ Ἄβελ. ἀλλὰ τί; ἔδει ἐπιτιμῆσαι αὐτοῖς; ἀλλ' οὐκ ᾔδει τὸ ἁμάρτημα. ἀλλὰ παραδραμεῖν; ἀλλὰ πολλάκις συνέβαινεν ἡμαρτηκέναι. ὅρα, πῶς καὶ ἐν τῇ θυσίᾳ ὁμόνοιαν αὐτοὺς ἐδίδασκεν ἕνα ὑπὲρ πάντων μόσχον προσφέρων ὡς ὑπὲρ μιᾶς ψυχῆς. ὅρα, πῶς φιλόστοργος, πῶς εὐσεβής, πῶς θεοσεβής, πῶς δίκαιος, πῶς ἀληθινός, πῶς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἄμεμπτος· οὐ γὰρ ἔχεις ἐγκαλέσαι, ὅτι ἠμέλει τῶν παίδων. δίκαιος· ὅτι παρεῖχεν ὅσην ἔδει πρόνοιαν αὐτοῖς. θεοσεβής· ὅτι διὰ τὸν θεὸν τοῦτο ἐποίει. ἄρα τί ἂν εἴποιμεν; ὅτι τοὺς παῖδας ἐφίλει; ὅτι τὸν θεὸν ἐφίλει; ἀπὸ ποίου φίλτρου τοῦτο μᾶλλον ἔπραττεν; ἐμοὶ δοκεῖ τοῦ περὶ τὸν θεὸν καὶ τότε τοῦ περὶ τοὺς παῖδας. 1,5f οὕτως ἐποίει, φησίν, πάσας τὰς ἡμέρας Ἰώβ. ὁρᾷς τὴν εὐσέβειαν; οὐχὶ πρὸς ὡρισμένον ἡμερῶν ἀριθμόν, ἀλλὰ πάντα τὸν χρόνον. ἡμεῖς δὲ ἂν ἅπαξ ἢ δεύτερον ποιήσωμέν τι ἀγαθὸν ἢ εὐξώμεθα, ἀναπίπτομεν νομίζοντες τὸ πᾶν τετελεκέναι.