Ancient Greek
Pg 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 9
Not analysed yet
μήποτε, φησίν, οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. λόγῳ γὰρ οὐκ ἂν ἐτόλμησαν εἰπεῖν τοιοῦτον ἔχοντες τὸν παιδευτὴν καὶ διδάσκαλον. ἀλλ' ἐπειδὴ τῶν ἀδήλων οὐκ ἦν ἐξεταστής, ἐπενόησε καὶ ἐλογίσατο, ὡς μηδ' ἐκεῖνα αὐτὸν διαφυγεῖν. «τὰ φανερὰ δυνήσομαι», φησίν, «διορθοῦν· τί δεῖ ποιῆσαί με περὶ τῶν ἀδήλων;» καὶ μὴν τῷ Μωσεῖ φησιν ὁ θεός· τὰ φανερὰ ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν, τὰ δὲ ἄδηλα κυρίῳ τῷ θεῷ. ἀλλ' οὗτος οὐδὲ τὰ ἄδηλα ἀφῆκε τῷ θεῷ, ἀλλὰ καὶ ταῦτα αὐτὸς ἐβιάζετο διορθοῦν θεραπευτικῇ τινι μεθόδῳ· ὁμοῦ γὰρ τὸ αὐτὸ καὶ διδασκαλία τοῖς παισὶν ἐγίνετο, οὐχὶ ἁμαρτημάτων ἀναίρεσις μόνον. οἱ γὰρ εἰδότες, ὅτι καὶ τῶν κατὰ διάνοιαν λογισμῶν καὶ ἁμαρτημάτων τιμωρία κεῖται παρὰ τῷ θεῷ—οὐ γὰρ ἂν ὁ πατὴρ θυσίαν προσήνεγκεν, εἰ μὴ ἁμαρτίαν ἀναλῦσαι ἔσπευδεν—, καὶ συνεχῶς ταῦτα παιδευόμενοι διὰ τῶν θυσιῶν ὀκνηρότεροι, εἰ καί τι τοιοῦτον συνέβαινεν, ἐγένοντο ἄν. ὁρᾷς οὐχὶ τὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ καὶ τὰς ἐν τοῖς λογισμοῖς ἁμαρτίας αὐτὸν διορθοῦντα καὶ τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον διὰ τῶν ἔργων πληροῦντα; ἐκ γὰρ τῆς καρδίας, φησίν, ἐξέρχονται διαλογισμοὶ πονηροί, καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. ἐπεὶ οὖν ταῦτα κοινοῖ τὸν ἄνθρωπον, ἐκαθέριζεν αὐτούς. ὁρᾷς καθαρμὸν οὐχὶ Μωσαϊκὸν οὐδὲ νομικόν, ἀλλὰ ἀποστολικὸν τὴν διάνοιαν αὐτῶν ἀποσμήχοντα καθ' ἑκάστην ἡμέραν; οὐχὶ παραινέσει καὶ συμβουλῇ μόνον, ἀλλὰ καὶ προστασίᾳ καὶ εὐχαῖς ταῖς πρὸς τὸν θεόν, οὐχ ὡς πατὴρ μόνον, ἀλλὰ καὶ ὡς ἱερεὺς αὐτῶν ἐκήδετο, καίτοι οὐδένα ἴσμεν ἱερέα τότε.