Ancient Greek · ~6 min
Pg 102
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 102
Not analysed yet
10,16a ἀγρεύομαι δὲ ὥσπερ λέων εἰς σφαγήν, 16b καὶ πάλιν μεταβαλὼν δεινῶς με ὀλέκεις 10,17a ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν αἰτίαν μου. 17b ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω 17c καὶ ἐπήγαγες ἐπ' ἐμὲ πειρατήρια. 10,18a ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ εὐθὺς ἀπέθανον, 18b ὀφθαλμὸς δέ με οὐκ εἶδεν, 10,19a καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; 19b διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπῆλθον; 10,20a ἢ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; 20b ἔασον δή με ἀναπαύσασθαι μικρὸν 10,21a πρὸ τοῦ με πορευθῆναι εἰς γῆν, ὅθεν οὐκ ἀναστρέφω, 21b εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, 10,22a εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος 22b οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. ἀγρεύομαι δὲ, φησίν, ὥσπερ λέων εἰς σφαγήν, τουτέστιν· «κατεχόμενος οὐκ οἶδα.» εἶτα πάλιν τὴν συμφορὰν διηγεῖται τὴν ἑαυτοῦ, ὡς μεγάλη καὶ παράδοξος, καὶ τὸ ὀλιγοχρόνιον τοῦ βίου καὶ τὸ μετὰ ταῦτα μὴ εἶναι ἐλπίδα· ταύτῃ γὰρ γίνεται μεγάλη. 11,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 11,2a ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἰδοὺ καὶ οὗτος φλυαρίαν αὐτοῦ κατηγορεῖ. ἐκεῖνος μὲν γάρ φησιν· πνεῦμα πολυρῆμον τοῦ στόματός σου, οὗτος δέ· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; 11,2b καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; «μὴ γάρ, ἐπειδὴ φθέγξασθαι δύνασαι», φησίν, «ἤδη καὶ δίκαιος εἶ;» εἶτα τὴν φύσιν φησίν· 11,2c εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. «ὅτι υἱὸς εἶ γυναικός», φησίν, «πῶς οὖν δίκαιος εἶ;» 11,3a μὴ πολὺς ἐν ῥήμασι γίνου. «μὴ πολλὰ φθέγγου», φησίν.