Ancient Greek
Pg 103
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 103
Not analysed yet
11,3b ἢ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι; ἢ τοῦτό φησιν· «μὴ γὰρ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι;» ,τουτέστιν· «ἡμεῖς», ἢ «οὐκ ἔστιν ὁ εἰδὼς τὰ σὰ κακὰ εἰ μὴ ὁ θεός, ὃς εἰ ἠθέλησέ σε ἐλέγξαι, ἤδη ἂν ἀπώλου». ὅρα, πῶς οὐδαμοῦ τοῦ Ἰὼβ λέγοντος, ὅτι ἀδίκως πάσχει καὶ οὐκ ἔχει ἁμαρτήματα, τοῦτο ἐπιφέρουσιν αὐτῷ. 11,4a μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις 4b καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. πῶς; καὶ μὴν αὐτὸς εἶπεν· «ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον κυρίου». ὁρᾷς, πῶς ἐναντία ἐγκαλοῦσιν; 11,5a ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ; 5b καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ· 11,6a εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, 6b ὅτι διπλοῦς ἔσται τῷ κατὰ σέ. <6c καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες. >«ἀλλ' εἰ ἦν δυνατόν», φησίν, «τὸν θεὸν ἀποκρίνασθαί σοι, ὅτι διπλοῦς ἐστι τῷ κατὰ σέ, τότε ἂν ἔγνως, ὅτι δικαίως πάσχεις.» τὸ μὲν ἡμάρτηται, τὸ δὲ ὀρθῶς εἴρηται. τὸ μὲν γὰρ εἰπεῖν, ὅτι «εἰ ἦν δυνατὸν τὸν θεὸν ἀποκρίνασθαί σοι—καὶ γὰρ πολύ σου βελτίων ἐστι καὶ σοφός—, ἔδειξεν ἄν σοι, ὅτι καλῶς ταῦτα πάσχεις», καλῶς εἴρηται, τὸ δὲ καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες, οὐκέτι καλῶς. ἐπειδὴ γὰρ εἶπεν· εἴθε ἦν ὁ διελέγχων καὶ ὁ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων, αὐτὸς τὸ ἐναντίον φησίν, ὅτι «εἰ ἦν, ἔδειξεν ἄν». ἀλλ' ὁ Ἰὼβ οὐ τοῦτο εἶπεν, ὅτι «οὐκ ἀξίως πάσχω», ἀλλ' ὅτι «ἀποκακῶ τῷ μέλλοντι» καὶ ὅτι «εὐτελής μου ἡ φύσις» καὶ ὅτι «ἔργον εἰμὶ τῶν χειρῶν αὐτοῦ». αὐτὸς δὲ ὡς εἰρηκότος, ὅτι «ἀδίκως πάσχω», οὕτω φησίν· ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλ' ὅτι «φοβοῦμαι, μὴ ἁμάρτω».