Ancient Greek · ~5 min
Pg 107
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 107
Not analysed yet
«τί τοίνυν ὡς μέγα τι καὶ θαυμαστὸν εὑρηκότες οὕτω διάκεισθε; δεῖ γὰρ πάντως τὸν τοιοῦτον ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ, καὶ τοῦτο δὲ πάντες ἴσμεν, ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ἀνθρώπων.» ὁρᾷς, πῶς οὐχὶ τὸ δημιουργικὸν μόνον, ἀλλὰ καὶ τὸ προνοητικὸν αὐτῷ μαρτυρεῖ, ὅτι πάντα συνέχει καὶ διακρατεῖ, καὶ τὴν ζωὴν καὶ τὴν ψυχὴν τῶν ἀνθρώπων, ὥστε δύναται, ὅτε βούλεται, κολάσαι καὶ τιμωρήσασθαι. 12,11a νοῦς μὲν γὰρ ῥήματα διακρίνει, 11b λάρυγξ δὲ σῖτα γεύεται. τουτέστιν· «εἰ τὰ ἄλογα οἶδε ταῦτα, πολλῷ μᾶλλον ἡμεῖς οἱ νοῦν ἔχοντες, οὐχὶ λάρυγγα μόνον ὥστε ἐσθίειν καθάπερ ἐκεῖνα.» ἢ τοῦτο, ὅτι «οὐκ εἰμὶ ἀνόητος, οἶδα ταῦτα· καθάπερ γὰρ λάρυγγα ἡμῖν ἔδωκεν ὁ θεὸς ὥστε διακρίνειν τὰ σῖτα οὕτω καὶ νοῦν ὡς πρὸς τὰ ψηφίσματα καὶ τὸν χρόνον ὥστε εὑρίσκειν τὴν ἐπιστήμην·» 12,12a ἐν πολλῷ, γάρ φησιν, χρόνῳ σοφία εὑρίσκεται, 12b ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη. ἐνταῦθα κατὰ φύσιν εἶναι τὸ φρόνιμον τοῖς ἀνθρώποις σημαίνει ὥσπερ τὸ ἐσθίειν. καὶ ἀρχόμενος τοῦτό φησιν· μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι; «ἕως ἂν ὦ ἄνθρωπος», φησίν, «δύναμαι ταὐτὰ συνιδεῖν ἃ καὶ ὑμεῖς.» ἐν πολλῷ χρόνῳ, φησίν, σοφία εὑρίσκεται. ἐμοὶ δοκεῖ καθάπτεσθαι αὐτῶν. «μὴ γὰρ νομίζετε», φησίν, «τὸ πᾶν εὑρηκέναι. εἰ γὰρ καὶ νοῦν ἔχομεν διακρίνοντα, ἀλλ' ὅμως καὶ χρόνου δεόμεθα πολλοῦ ὥστε εὑρεῖν.»