Ancient Greek · ~6 min
Pg 106
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 106
Not analysed yet
12,2a μὴ ὑμεῖς ἐστε, φησίν, ἄνθρωποι μόνοι, 2b ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; 12,3 καὶ ἐμοὶ μὲν καθ' ὑμᾶς καρδία ἐστίν· 12,4 δίκαιος δὲ ἀνὴρ καὶ ἄμεμπτος ἐγένετο εἰς χλευασμόν. 12,5a εἰς χρόνον γὰρ τακτὸν ἡτοίμασταί μοι πεσεῖν ὑπὸ ἄλλων 5b οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. «μὴ γάρ, ἐπειδὴ συμφορᾷ περιέπεσον», φησίν, «καὶ τὸ φρονεῖν ἀπώλεσα;» δίκαιον ἑαυτὸν ἐνταῦθα λέγει οὐχὶ τὴν τελείαν ἀρετὴν ἑαυτῷ μαρτυρῶν, ἀλλὰ τὸ μηδένα ἠδικηκέναι, τὸ μηδένα τῶν ἄλλων ἔχειν ἐγκαλεῖν αὐτῷ. οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. «οὕτως ἔδει γενέσθαι, τοῦτο ἄνωθεν τετύπωτο. πλήν», φησίν, «μὴ νομίζετε μέχρις ἐμοῦ ταῦτα στήσεσθαι. εἰ γὰρ ἐγὼ μηδὲν ἠδικηκὼς τοιαῦτα πάσχω, πολλῷ μᾶλλον ὁ πονηρός.» 12,6a οὐ μὴν δὲ, φησίν, ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι. 6b ὅσοι παροργίζουσι τὸν κύριον, 6c πῶς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται; «δῆλον τοῦτο», φησίν, «καὶ ὡμολογημένον καὶ ἅπασι σαφές, ὅτι τὸν πονηρὸν παρὰ τῷ θεῷ πάντως ἐξετασθῆναι δεῖ. τοῦτο δέ», φησίν, «οὐκ ἀνθρώποις δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ·» 12,7a ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, φησίν, ἐάν σοι εἴπῃ, 7b ἢ πετεινὰ οὐρανοῦ, ἐάν σοι ἀναγγείλῃ. 12,8a ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, 8b καὶ εἰ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης, 12,9a ὅτι τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, 9b ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα, 12,10a ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων 10b καὶ πνεῦμα παντὸς ἀνθρώπου; φησίν.