Ancient Greek
Pg 113
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 113
Not analysed yet
13,27a ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι 27b καὶ ἐφύλαξάς μου πάντα τὰ ἔργα· 27c εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου, 13,28a οἳ παλαιοῦνται ἴσα ἀσκῷ 28b ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. ἔθου, φησίν, τὸν πόδα μου ἐν κωλύματι. τουτέστιν· "ἔδησας". εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου. τουτέστιν· «ὅλον με ἐπῆλθες καὶ ἐξήτασας καὶ ἀπὸ τῶν ποδῶν ἕως κεφαλῆς ἔπληξας οὐδὲ ἓν ἐν ἐμοὶ μέρος ἐγκατέλιπες ὑγιές.» πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. παλαιοῦνται, φησίν, ἴσα ἀσκῷ. τίνος ἕνεκεν ἀσκὸν παρήγαγεν; ὅτι κενός ἐστιν ὁ ἀσκὸς πνεῦμα μόνον ἔχων· οὕτως ἐστὶ καὶ τὸ σῶμα τὸ ἡμέτερον. τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι «ἀσκός ἐσμεν πεφυσημένος». μή μοι τὸν ὄγκον ἴδῃς μηδὲ τὸ δέρμα διαταθέν, ἀλλ' ἐννόησον τὰ ἔνδον καὶ ὄψει πολλὴν τὴν κενότητα. εἶτα καὶ ἐφ' ἕτερον ἔρχεται παράδειγμα· ἢ ὥσπερ ἱμάτιον, φησίν, σητόβρωτον. 14,1a βροτὸς γὰρ γεννητὸς γυναικὸς <1b ὀλιγόβιος καὶ πλήρης ὀργῆς>. εἶτα καὶ ἀπὸ τῆς γεννήσεως ὀργῆς πλήρης, τουτέστιν· ἀθυμίας, οὐχὶ λύπης. 14,2a ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, 2b ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. 14,3a οὐχὶ καὶ τούτου λόγον ἐποιήσω 3b καὶ τοῦτον ἐποίησας ἐν κρίματι εἰσελθεῖν ἐπὶ σοῦ; ὁρᾷς, πῶς οὐκ ἀπὸ τοῦ δίκαιος εἶναι, ἀλλ' ἀπὸ τῆς εὐτελείας τῆς φύσεως βούλεται ἀπαλλαγῆναι; «τοῦτον ἔδει ἐξετασθῆναι», φησίν, «τοῦτον ἔδει εὐθύνας ἀπαιτηθῆναι, τὸν σήμερον ὄντα καὶ αὔριον οὐκέτι;»