Ancient Greek · ~6 min
Pg 114
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 114
Not analysed yet
14,4 τίς γὰρ ἔσται καθαρὸς ἀπὸ ῥύπου; οὐδείς, 14,5a ἐὰν καὶ μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, 5b ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ' αὐτῷ. 5c εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. 14,6a ἀπόστα ἀπ' ἐμοῦ, ἵνα ἡσυχάσω 6b καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός. ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα; «ὅτι οὐδὲ δυνατόν», φησίν, «εἶναι καθαρόν, οὐ μόνον διὰ τὸ εὐτελὲς οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ' ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι, ἀπόστα ἀπ' ἐμοῦ», φησίν, «ἵνα ἡσυχάσω καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός. τὸ ὀλιγοχρόνιον πάλιν καὶ ἐπίπονον καὶ ταλαίπωρον, καταπονούμενον καὶ ταλαιπωρούμενον, κέλευσον ἐν ἡσυχίᾳ εἶναι.» εἶτα δείκνυσιν, ὅτι πάντων ἀθλιώτερος ὁ ἄνθρωπος καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης· 14,7a ἔστι γάρ, φησίν, δένδρων ἐλπίς· 7b ἐὰν δὲ καὶ ἐκκοπῇ, πάλιν ἀνθήσει 7c καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. 14,8a ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, 8b ἐν δὲ πέτραις τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, 14,9a ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει 9b καὶ ποιήσει θερισμὸν ὥσπερ νεόφυτον. 14,10a ἀνὴρ δὲ τελευτήσας ᾤχετο 10b καὶ πεσὼν βροτὸς οὐκέτι ἔσται. εἶτά φησιν· 14,11a χρόνῳ δὲ σπανίζεται θάλασσα, 11b ποταμοὶ δὲ ἐρημωθέντες ξηρανθήσονται; 14,12a ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ καὶ οὐ μὴ ἐξεγερθῇ, 12b ἕως ἂν ὁ οὐρανὸς παλαιωθῇ, 12c καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. τοῦτο λέγει, ὅτι οὐδὲ θάλασσα τοῦτο πάσχει τῷ χρόνῳ, ἀλλὰ