Ancient Greek
Pg 115
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 115
Not analysed yet
ταῦτα μὲν ἀθάνατα, ὡς καί τινες τῶν ἔξωθεν εἰρήκασιν· «ἕως ἄν», φησίν, «ποταμοὶ ῥεύσωσι καὶ σκιαὶ τῶν δένδρων ὦσιν.» «οὐ θάλασσα, οὐ ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος ὑπομένει τοῦτο. εἴθε γὰρ τοῦτο ἦν ὥστε ἀποθανεῖν ἡμᾶς καὶ πάλιν ἀναζῆν· ἀλλ' οὐκ ἔστι τοῦτο.» 14,13a εἰ γὰρ ὤφελον ἐν ᾅδῃ με, φησίν, φυλάξεις, 13b καλύψεις δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργή, 13c καὶ τάξεις μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ. 14,14a ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται 14b συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ; 14c ὑπομενῶ, ἕως πάλιν γένωμαι. 14,15a εἶτα καλέσεις με, ἐγὼ δέ σοι ὑπακούσομαι. 15b τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. «οὐ τοίνυν ἔστιν», φησίν, «ὑπομεῖναι· εἰ γὰρ τοῦτο ἦν, ὑπέμεινα ἄν, ἕως πάλιν ἀναστῶ. εἰ γὰρ ὤφελον», φησίν, «ἐν ᾅδῃ με καλύψεις, καὶ ὑπέμενον, ἕως ἂν τοιοῦτος γένωμαι, καὶ καλέσαντός σου ὑπήκουον. ἀλλ' οὐκ ἔστι ταῦτα. τί οὖν; εἰ καὶ μὴ ἔστιν ἓν τούτων, διὰ τὸ ἔργον εἶναι σὸν μὴ ἀπορρίψῃς με.» 14,16a ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, 16b καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου. 14,17a ἐσφράγισας δέ μου τὰ ἁμαρτήματα ἐν βαλαντίῳ 17b καὶ ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην. «ἀπὸ τούτου βούλομαι σωθῆναι», φησίν, «ἀπὸ τοῦ ἔργον εἶναι χειρῶν σου, ἀπὸ δὲ δικαιοσύνης οὐδαμῶς οὐδὲ ἀπὸ τοῦ δύνασθαί σε ἀπατᾶσθαι ἢ ἐπιλελῆσθαι τῶν πλημμελημάτων τῶν ἐμῶν. οὐ γὰρ δυνατὸν λαθεῖν σέ τι τῶν ἐμῶν κακῶν.» εἶτά φησιν· 14,18a καὶ πλὴν ὄρος πῖπτον πεσεῖται, 18b καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. 14,19a λίθους ἐλέαναν ὕδατα 19b καὶ κατέκλυσαν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς, 19c καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. 14, 20a ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο, 20b καὶ ἐπέστησας