Ancient Greek · ~6 min
Pg 117
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 117
Not analysed yet
νεώτερος ὑμῶν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν, ἀπὸ τούτων εὐθέως αὐτὸν βάλλει τῶν ῥημάτων καί φησιν· τίνα ἄρα σοφὸς λόγον δώσει συνέσεως πνεύματος; «ἰδού», φησίν, «ὁ σοφὸς καὶ λέγων πάντα εἰδέναι οἷα ἀποκρίνεται.» ἐνέπλησε δὲ πόνον γαστρός. τουτέστιν· «πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται καὶ πάθους γέμει. οὐδὲν ὑγιὲς ἔχει», φησίν, «ἡ δικαιολογία αὕτη· ἀδιάκριτα πάντα», φησίν, «καὶ τολμηρά, καὶ σὺ σαυτῷ περιπαρῆναι δυνήσῃ.» ὁρᾷς, πῶς ἐστι φιλότιμος καὶ πρὸς τί ἵσταται; ἐπειδὴ γὰρ εἶπεν· οὐ μεθ' ὑμῶν τελευτήσει σοφία, τοῦτο βούλεται ἀντιστρέψαι καὶ δεῖξαι, ὅτι οὐδὲν πλέον οἶδεν αὐτῶν. 15,4a ὅτι καὶ σύ, φησίν, ἀπεποιήσω φόβον, 4b συνετελέσω ῥήματα τοιαῦτα ἐναντίον κυρίου, 15,5a ὅτι ἔνοχος εἶ ῥήμασι στόματός σου 5b καὶ οὐ διέκρινας ῥήματα δυναστῶν. 15,6a ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, 6b τὰ δὲ χείλη σου καταμαρτυρήσει σου. 15,7a τί γάρ; φησίν, μὴ πρῶτος ἄνθρωπος ἐγεννήθης, 7b ἢ πρὸ θινῶν ἐπάγης; 15,8a ἢ σύνταγμα κυρίου ἀκήκοας, 8b ἢ εἰς σὲ ἀφίκετο σοφία; 15,9a τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; 9b ἢ τί συνίεις, ὃ οὐχὶ καὶ ἡμεῖς; 15,10a καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν 10b βαρύτερος τοῦ πατρός σου ἡμέραις. 15,11a ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, 11b μεγάλως ὑπερβαλλόντως λελάληκας. μονονουχὶ λέγων· «μὴ γὰρ δὴ πρὸ πάντων αὐτὸς εἶ, ἵνα ἀπὸ τοῦ χρόνου τοῦ μακροῦ μάθῃς. ἢ παρὰ τοῦ θεοῦ τι ἀκήκοας; οὐδὲν ἡμῶν πλεονάζεις κατὰ τὸ εἰδέναι, ἐπειδὴ εἶπες, ὅτι ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται· οὐκοῦν ἑάλως. οὐ γὰρ δὴ σὺ μακροῦ χρόνου εἶ οὐδὲ πρὸ τοῦ κόσμου γέγονας.» ἀλλ' ἐκεῖνος εἶπεν, ἐπειδὴ οὗτοι μέγα ἐφρόνουν.