Ancient Greek · ~6 min
Pg 118
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 118
Not analysed yet
ὀλίγα, φησίν, ὧν ἡμάρτηκας μεμαστίγωσαι. ἐπειδὴ ἐκεῖνος εἶπεν· τίνες εἰσὶν αἱ ἀνομίαι μου, δίδαξόν με, οὗτος ἐξ ἄλλης ὑπερβολῆς φησιν· «οὐδὲ τὸ πολλοστὸν μέρος ἀπέτισας.» εἶτα πάλιν ἁπλῶς μάχεται. μὴ γὰρ εἶπεν, ὅτι «ἄμεμπτός εἰμι παρὰ τῷ θεῷ»; καὶ μὴν λέγει, ὅτι «τὰς ἀνομίας μου κατέγραψας», ὅτι «τὰς ἁμαρτίας μου ἐν μνήμῃ ἔλαβες». 15,12a τί ἐτόλμησεν, φησίν, ἡ καρδία σου, 12b ἢ τί ὑπήνεγκαν οἱ ὀφθαλμοί σου, 15,13a ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, 13b ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; 15,14a τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος 14b ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; 15,15a εἰ κατὰ ἁγίων οὐ πιστεύει, μέμψις. 15b οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ, ἄστρα δὲ οὐκ ἄμεμπτα. εἶτά φησιν· 15,16a ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος 16b ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. ὁρᾷς, πῶς αὐτὸν ἔπληττεν, πῶς κατὰ φύσιν δείκνυσι τὴν κακίαν οὖσαν; 15,17a ἀναγγελῶ οὖν σοι, σὺ δὲ ἄκουέ μου· 17b ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι, 15,18a ἃ σοφοὶ ἀναγγελοῦσι 18b καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν. 15,19a αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, 19b καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. 15,20a πᾶς ὁ βίος ἀσεβῶν ἐν φροντίδι, 20b ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, 15,21a ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. 21b ὅταν δοκῇ ἤδη εἰρηνεῦσαι, 21c τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ. 15,22a μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· 22b ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, 22c καταπίπτει δὲ εἰς ἐξάλειψιν 15,23a καὶ κατατέτακται εἰς σῖτα γυψίν. 23b οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. ἐπειδὴ εἶπεν· ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται, «ἃ εἶπον», φησίν, «οἱ πατέρες αὐτῶν καὶ οὐκ ἔκρυψαν παρ' ἑαυτοῖς.»