Ancient Greek
Pg 122
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 122
Not analysed yet
8b καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, 8c κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. 16,9a ὀργῇ χρησάμενος κατέβαλέ με, 9b ἔβρυξε δὲ ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτοῦ, 9c βέλη πειρατηρίων αὐτοῦ ἐπ' ἐμοὶ ἔπεσεν. 16,10a <ἔπαισεν> ἀκίσιν ὀφθαλμούς μου καὶ ἐνήλατό μοι ἐν τόξῳ. 10b ἕλκει ὀξεῖ ἔπαισέ με ἐπὶ τὰ γόνατα, 10c ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμέ. 16,11a παρέδωκε γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, 11b ἐπὶ δὲ ἀσεβεῖς ἔρριψέ με. 16,12a εἰρηνεύοντα διεσκέδασέ με, 12b λαβὼν δὲ τῆς κόμης διέτιλέ με, 12c κατέστησέ με ὥσπερ σκοπόν. 16,13a ἐκύκλωσάν με λόγχαις 13b βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, 13c ἐξέχεαν εἰς γῆν τὴν ζωήν μου. 16,14a κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, 14b ἔδραμον ἐπ' ἐμὲ δυνατοί. «οὐκ ἀρκεῖ», φησίν, «ὅτι κολάζομαι, ἀλλὰ καὶ δοκῶ ἀνόητος εἶναι», ἢ ὅτι· «ἐξέστην τῶν κατὰ φύσιν φρενῶν.» εἶτα ἀνθρωπίνως αὐτὸν εἰσάγει πολεμοῦντα αὐτῷ μετὰ θυμοῦ· 16,15a σάκκον, φησίν, ἔρραψαν ἐπὶ βύρσῃ μου, 15b τὸ δὲ σθένος μου εἰς γῆν ἔσβεσαν. τουτέστιν· «ἐμελάνωσέ με», ἢ ἀπὸ κακῶν ἢ ὅτι σάκκος περιεγένετο. 16,16a ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, 16b ἐπὶ δὲ βλεφάρων μου σκιὰ θανάτου. 16,17a ἄδικον γὰρ οὐδὲν ἦν ἐν χερσί μου, 17b εὐχὴ δέ μου καθαρά. 16,18a γῆ, μὴ καλύψῃς ἐφ' αἵματι τῆς σαρκός μου. τοῦτο γὰρ ἔθος τοῖς ἐν δεινοῖς οὖσι τὰ κακὰ αὐτῶν μὴ καλύπτεσθαι. «τοσοῦτον ἀπέχω», φησίν, «τοῦ συνειδέναι ἑαυτῷ, ὥστε βούλομαι πάντας ὁρᾶν, ἃ πάσχω.» 16,18b μηδὲ εἴη τόπος τῆς κραυγῆς μου. «μηδὲ τὴν κραυγήν μου καλύψῃς.»