Ancient Greek
Pg 121
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 121
Not analysed yet
16,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 16,2a ἀκήκοα τοιαῦτα πολλά, 2b παρακλήτορες κακῶν πάντες. ἐπειδὴ ὥσπερ τι ἐξαίρετον τοῦτό φησιν καὶ ὥσπερ διήγημα παλαιὸν διηγεῖται καὶ ἄνωθεν κατάγει τὴν ἱστορίαν, «μὴ γὰρ ἄδηλα ταῦτα», φησίν. «πλὴν ἐπειδὴ ἁπλῶς φθέγγεσθε καὶ τὰ ἐπερχόμενα λαλεῖτε καὶ οὐ μετρεῖτε τὰ παρ' ὑμῶν ῥήματα, οὐδὲ ἐμοὶ νεμεσήσετε τὰ κατὰ ψυχὴν λέγοντι. 16,3a τί γάρ; μὴ τάξις ἐστίν, φησίν, ἐν ῥήμασι πνεύματος; 3b ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; 16,4a καὶ ἐγὼ δὲ καθ' ὑμᾶς λαλήσω, 4b εἴ γε ὑπέκειτο ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς ψυχῆς. 4c εἶτα ἐναλοῦμαι ὑμῖν λόγοις, 4d κινήσω δὲ καθ' ὑμῶν κεφαλήν. 16,5a εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου 5b καὶ κίνησιν χειλέων οὐ φείσομαι. «ἐβουλόμην», φησίν, «ἐν τοῖς ἐμοῖς εἶναι τὰ ὑμέτερα καὶ ὑμᾶς ἀντ' ἐμοῦ εἶναι· καὶ εἶχον ἂν καὶ κινεῖν κεφαλὴν καὶ ταῦτα ποιεῖν ἅπερ ὑμεῖς. τότε ἔγνωτε μὴ φιλοσοφεῖν ἐν ἀλλοτρίοις κακοῖς. πλὴν καὶ νῦν ἐρῶ· καὶ γὰρ φέρει μοι τὸ πρᾶγμα παραμυθίαν. ἂν γὰρ εἴπω, παραμυθοῦμαι», φησίν, «ἂν δὲ σιωπήσω, οὐδὲν ταύτῃ τὰ δεινὰ ἔσται μοι φαυλότερα καὶ ἐλάττω.» 16,6a ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· 6b ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ἢ τοῦτό φησιν, ὅτι «εἰ ἤμην ἐν τοῖς ὑμετέροις καὶ τῶν δεινῶν ἐκτός, τότε ἂν ἔγνωτε. οὐ γὰρ ἤλγουν λαλῶν.» εἶτα πάλιν τὴν συμφορὰν ἀναγγέλλει· 16,7 νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα· 16,8a καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη·