Ancient Greek · ~7 min
Pg 125
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 125
Not analysed yet
18,4b τί γάρ; φησίν, ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἔσται ἡ ὑπ' οὐρανὸν 4c ἢ κατασκαφήσεται ἡ γῆ ἐκ θεμελίων; ἐπειδὴ συνεχῶς τοῦτο ἐθρήνει, ὅτι «ἀποθανεῖν βούλομαι», ποία τοῦτο παραμυθία; πῶς δὲ ἄν τις αὐτὸν κατέβαλεν ἑτέρως; μὴ γὰρ δὴ τοῦτο ἔλεγεν, ὅτι ἀοίκητος ἔσται ἡ ὑπ' οὐρανόν, ἢ ὡς μέγα τι τῷ κοινῷ τούτῳ βίῳ συντελῶν οὕτως ἐμνημόνευσε τῆς τελευτῆς; καὶ μὴν τοὐναντίον φησίν, ὅτι οὐδέν ἐστιν ἄνθρωπος οὐδὲ ἄξιος λόγου τινός. τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; εἶτα καὶ αὐτὸς ἁπλῶς καὶ εἰκῇ κατηγορεῖ τῶν ἀσεβησάντων ἢ πρὸς τὴν παροῦσαν ὑπόθεσιν. οὐδὲ γὰρ ἔχουσιν ἐλέγξαι τι πεπραγμένον αὐτῷ πονηρόν. ὅρα δέ μοι τὴν πονηρίαν· λέγοντες γάρ, ὅτι μεγάλα κακὰ τοῖς ἀσεβέσι συμβαίνει, ταῦτα λέγουσι τὰ κακά, ἅπερ ὁ Ἰὼβ ὑπέμεινεν, καὶ τὸν λόγον πλέκουσι διὰ τῶν τούτου συμφορῶν ὥσπερ ἐνδείξασθαι βουλόμενοι, ὅτι αὐτὸν αἰνίττονται. ὅρα γὰρ καὶ βλέπε καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τούτου. 18,5a καὶ φῶς ἀσεβῶν, φησίν, σβεσθήσεται. ἐπειδὴ ἐν εὐπραγίᾳ ἦν τὸ παλαιόν. 18,5b καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ, φησίν. 18,6a τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ αὐτοῦ, 6b ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται. 18,7a θηρεύσειαν αὐτοῦ τὰ ὑπάρχοντα ἐλάχιστοι. καὶ τοῦτο αὐτῷ συνέβη. 18,7b καὶ σφαλείη αὐτοῦ ἡ βουλή, 18,8a ἐμβληθείη δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι. τουτέστιν· κατέχεται καὶ διαφυγεῖν οὐ δύναται. 18,8b καὶ ἐν δικτύῳ εἱλιχθείη. 18,9a ἔλθοιεν δὲ ἐπ' αὐτῷ παγίδες κυκλόθεν, 9b καὶ κατισχύσουσιν ἐπ' αὐτὸν διψῶντες. 18,10a κέκρυπται δὲ ἐν τῇ γῇ σχοινίον αὐτοῦ 10b καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων κυκλόθεν, 18,11a καὶ ὀλέσειαν αὐτὸν ὀδῦναι. 11b πολλῶν δὲ περὶ πόδας ἔλθοι ἐν λιμῷ στενῷ, 18,12 καὶ πτῶμα αὐτῷ ἡτοίμασται ἐξαίσι-