Ancient Greek · ~5 min
Pg 126
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 126
Not analysed yet
ον. 18,13a βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν, 13b κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος. τοῦτο τούτῳ συνέβη. 18,14a ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις. καὶ τοῦτο τούτῳ συμβέβηκεν. 18,14b σχοίη δὲ αὐτὸν ἀνάγκη καὶ αἰτία βασιλική. βασιλική, τουτέστιν ἡ τοῦ θεοῦ, ἐμοὶ δοκεῖ. εἰ δὲ ἀνθρωπίνην λέγει, ἀναμίγνυσι καὶ τὰ μὴ συμβάντα αὐτῷ, ἵνα μὴ δόξῃ δι' αὐτὸν λέγειν. 18,15a κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ καὶ ἐν τῷ σώματι αὐτοῦ, 15b κατασπαρήσεται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. 18,16a ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 16b καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ· 18,17a τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς. «ἀπὸ τῶν παίδων», φησίν, «οὐκ ἔσται ἐπίγνωστος», ὅπερ τούτῳ συνέβη. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου, φησίν, ἤγγισαν καὶ ἔστησαν. 18,17b καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρῳ 18,18 καὶ ἀπώσειαν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. 18,19a οὐκ ἔσται ἐπίγνωστος τῷ λαῷ αὐτοῦ 19b οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, 19c ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. 18,20a ἐπ' αὐτῷ δὲ ἐστέναξαν ἔσχατοι, 20b πρώτους δὲ ἔσχε θαῦμα. τουτέστιν· καὶ οἱ τυχόντες καὶ οἱ ἀπερριμμένοι. 18,21a οὗτοί εἰσιν οἶκοι ἀδίκων, 21b οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.