Ancient Greek
Pg 128
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 128
Not analysed yet
19,5a ἔα δέ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, φησίν, 5b ἐνάλλεσθε δέ μοι ὀνείδει. 19,6a γνῶτε, ὅτι κύριός ἐστιν ὁ ταράξας με. καὶ τί τοῦτο; ὅτι αἰδεῖσθαι χρὴ καὶ φοβεῖσθαι. ἐμοὶ δοκεῖ αἰνίττεσθαι ἐνταῦθα, ὅτι οὐδὲ δι' ἁμαρτήματα τοσοῦτον ἔπασχεν. μὴ γάρ, εἴ τινα ὁ θεὸς πλήττει, οὗτος δι' ἁμαρτήματα πάντως πάσχει, ὥσπερ οὐδὲ οὗτος, ἀλλ' ὑπὲρ δοκιμῆς καὶ πλειόνων στεφάνων. 19,6b ὀχύρωμα δὲ αὐτοῦ, φησίν, ἐπ' ἐμὲ ὕψωσεν. 19,7a ἰδοὺ λαλῶ ἐν εἴδει καὶ οὐ λαλήσω. τουτέστιν· φανερῶς ἐν εἴδει ἢ ὡς πρός τινα διαλεγόμενος. 19,7b κακράξομαι, καὶ οὐδαμοῦ κρίμα. τοῦτο τὸ μέγα τῆς συμφορᾶς κεφάλαιον· «οὐδεὶς ἀκούει», φησίν, «οὐδεὶς δικάζει, οὐδεὶς ἀντιλέγει,»—τοῦτον ἐλεῆσαι οὐ χρή; —«οὐδένα βλέπω, πανταχοῦ περικεκύκλωμαι, κράζω, καὶ οὐδεὶς ἀκούει.» 19,8a κύκλῳ, φησίν, περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, 8b ἐπὶ δὲ ἀτραπούς μου σκότος ἔθετο. ἤτοι τὰς τῆς διανοίας ἤτοι τὰς τῆς ὁδοῦ, τουτέστιν· «ἐσκότωσέ με· οὐκ ἔχω, ποῦ ἀπελθεῖν, οὐδὲ βλέπω, οὐδὲ δύναμαι.» 19,9a τὴν δόξαν ἀπ' ἐμοῦ ἐξέδυσε 9b καὶ ἀφεῖλε τὸν στέφανον ἀπὸ κεφαλῆς μου, 19,10a διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην. «ἀλλ' ἔδησέ με πάντοθεν», φησίν, «οὐκ αὐτὸν ὁρῶ, οὐκ ἄλλον τινά.» 19,10b ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. 19,11a δεινῶς μοι ὀργῇ ἐχρήσατο, 11b ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. 19,12a ὁμοθυμαδὸν δὲ τὰ πειρατήρια αὐτοῦ