Ancient Greek · ~5 min
Pg 127
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 127
Not analysed yet
19,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 19,2a ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου 2b καὶ καθαιρεῖτέ με λόγοις; ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ καὶ συμμαχοῦντας καὶ καθαιροῦντας αὐτοῦ τὴν ἰσχύν. οὐκ ἤρκεσε τὰ παρελθόντα; ὅρα πάντας τοὺς τρεῖς ὡς ἐξ ἑνὸς στόματος τὰ αὐτὰ φθεγγομένους. 19,3a γνῶτε μόνον, φησίν, ὅτι ὁ κύριος ἐποίησέ μοι οὕτως. «τοῦτο γοῦν ὑμᾶς», φησίν, «ἐντρεπέτω, τὸ ἀξίωμα τοῦ κολάζοντος.» τοῖς γὰρ τοιούτοις ἐπεμβαίνειν οὐ χρὴ τοῖς ὑπὸ θεοῦ τιμωρουμένοις, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι, μάλιστα μὲν οὖν μηδενὶ ἐπιχαίρειν ἀπολλυμένῳ· οὐκ ἀθῳωθήσεται γάρ. τίς οὐκ ἂν ᾐδέσθη τὴν συμφοράν, εἰ {μὴ} τὸ ἀξίωμα. 19,3b καὶ καταλαλεῖτέ μου, φησίν, οὐκ αἰσχυνόμενοί με καὶ ἐπίκεισθέ μοι. 19,4a ναὶ δὴ ἐπ' ἀληθείας ἐπλανήθην, 4b καὶ ἐν ἐμοὶ αὐλίζεται πλάνος 4c λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει. 4d τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. τοῦτο κατὰ συνδρομὴν εἶπεν· καὶ πανταχοῦ αὐτὸ ποιεῖ πολλὰ διδοὺς κατὰ συνδρομήν. οὐκ ἀφίησιν ἐν τῷ αὐτῷ κεῖσθαι τὸν λόγον, ἀλλὰ καὶ ἐπαγωνίζεται πάλιν. «θῶμεν», γάρ φησιν, «ὅτι πολλὴν ἄνοιαν καὶ φλυαρίαν καταγινώσκετε τῶν ἐμῶν ῥημάτων καὶ ἀκαιρίαν· ἀλλ' ὑμᾶς οὐκ ἐχρῆν ἐπεμβαίνειν, εἰ καὶ τοῦτο οὕτως εἶχεν, ἀλλ' αἰδεῖσθαι τὴν συμφοράν, ἀλλὰ φοβεῖσθαι τὸν πλήξαντα, ἀλλὰ συγγνώμην ἀπονεῖμαι τῷ μεγέθει τῶν δεινῶν.»