Ancient Greek · ~6 min
Pg 130
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 130
Not analysed yet
19,23b τεθῆναι δὲ αὐτὰ ἐν βίβλῳ εἰς τὸν αἰῶνα, 19,24a ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ 24b ἢ ἐν πέτραις ἐγγλυφῆναι; ἰδού, ἐγράφη οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον οὗ ᾔτησεν. ἐκεῖνα μὲν γάρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσεν, ταῦτα δὲ μειζόνως ἐγράφη. 19,25 οἶδα γάρ, φησίν, ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ τῆς γῆς. τουτέστιν· «ὁ μέλλων με παραπέμπειν τῇ γῇ θεός.» καὶ τί τοῦτο; εἰ ἀθάνατός ἐστιν ὁ θεός, διὰ τί βούλει τὰ ῥήματά σου γραφῆναι καὶ μένειν διὰ παντὸς εἰς μνήμην ἀθάνατον; ὅρα, οἷον πάθος τοῖς ἐν δυσπραγίαις ἐστίν· οὐ τοὺς παρόντας μόνον καὶ ὁρῶντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους βούλονται μάρτυρας εἶναι τῶν οἰκείων συμφορῶν, ὥστε πάντοθεν οἷον θηρᾶσθαί τινα συμπάθειαν. ὃ δή μοι δοκεῖ καὶ ὁ πλούσιος τότε πεπονθέναι τοὺς ὑπὲρ γῆς βουλόμενος τὰ οἰκεῖα διδάξαι κακὰ καὶ ἐν τίσιν ἐστὶν ὁ τρυφῶν πρὸ τούτου. 19,26a ἀναστήσει δέ μου τὸ σῶμα τὸ ἀναντλοῦν ταῦτα· 26b παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη. ἆρα ᾔδει περὶ ἀναστάσεως; ἐμοὶ δοκεῖ καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγοι ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. ὥστε «βούλομαι», φησίν, «καὶ μετὰ τὴν ἀπαλλαγὴν τὰ δεινὰ ἀθάνατα εἶναι.» μεγίστη αὕτη παίδευσις καὶ φιλοσοφία τοῦ θεοῦ τὰς τιμωρίας ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν καὶ τὰς παρελθούσας. τοῦτο γοῦν καὶ αὐτὸς ἐμηχανήσατο ἐπὶ τῶν λεπίδων τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ