Ancient Greek
Pg 131
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 131
Not analysed yet
τῶν Σοδομιτῶν, τοῦτο καὶ ἐπὶ τοῦ ὄφεως τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ τῶν τόπων τῶν λαμβανόντων προσηγορίαν ἀπὸ τῶν τιμωριῶν, ὡς τὸ Ἐμεκαχώρ. <. . . >φησὶ καὶ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. παρὰ γὰρ κυρίου ταῦτά μοι, φησίν, συνετελέσθη, καλῶς ὡς αἰτίαν εὔλογον λέγων τῆς μεταβολῆς· αὐτός, φησίν, ἔπληξεν, αὐτὸς ἰάσεται. 19,27a ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, 27b ἃ οἱ ὀφθαλμοί μου ἑωράκασι καὶ οὐκ ἄλλος. 27c πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. «οὐ γάρ ἐστιν», φησίν, «ἀνθρωπίνη ἡ ἐπήρεια. καὶ γὰρ τὰ συμβάντα περὶ τὰ θρέμματα ἐκ τῶν περὶ τὸ σῶμά μοι συμβάντων οἶδα θεοῦ πληγῆς ὄντα.» διὰ τοῦτό φησιν· ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι· «ἱκανὸν ἔχω διδάσκαλον τοῦ θεήλατον εἶναι τὴν πληγὴν τὰ συμβάντα μοι ταῦτα.» οἷον ὡς ὅταν λέγῃ· βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου, οὐκ ἔστι ταῦτα νόσου φυσικῆς· πάλαι ἂν ἀπηγόρευσε τὸ σῶμα. ἵνα μὴ νομίσωσιν, ὅτι ἀπὸ συνειδότος ταῦτα λέγει πονηροῦ, 19,27d ἐφύλαξα, φησίν, ἐντολήν σου. «εἰ δὲ οὐ πείθεσθε», φησίν, «ἀλλ' ἀντερεῖτε, φοβήθητε τὸ τοῦ μέλλοντος ἄδηλον· πάντως γὰρ τὸν ἐν πονηρίᾳ ἀπολέσθαι δεῖ. εἰ γὰρ ἐγὼ ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς ταὐτὰ φοβεῖσθαι ὀφείλετε καὶ δεδοικέναι. 19,28a εἰ δὲ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ; 28b καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ; 19,29a εὐλαβήθητε δὲ