Ancient Greek · ~6 min
Pg 133
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 133
Not analysed yet
σαισαν ἥττονες, 10b αἱ δὲ χεῖρες αὐτῶν ψηλαφήσειαν ὀδύνας. ὅπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. τουτέστιν· ἀθρόως αὐτῶν ἡ ἀπώλεια γίνεται, ἵνα μὴ νομίσῃς παρὰ φυσικὴν ἀκολουθίαν τὴν συμφορὰν εἶναι, ἀλλὰ κατὰ θείαν τινὰ δύναμιν καὶ παράδοξον. καὶ μή μοι λέγε ἀνομίας μόνον, ἀλλὰ κἂν θυσίας προσενέγκωσιν, οὐδὲν ὄφελος. τοὺς υἱοὺς αὐτῶν, φησίν, ὀλέσαισαν ἥττονες. καὶ ἀπὸ τούτου δῆλον, ὅτι θεήλατός ἐστιν ἡ πληγή, ὅτι οἱ χείρους κρατοῦσι τῶν μειζόνων καὶ περιγίνονται τῶν ἐχόντων ἰσχὺν οἱ ἀπερριμμένοι. 20,11a ὀστᾶ αὐτοῦ, φησίν, ἐνεπλήσθη ἐκ νεότητος αὐτοῦ 11b καὶ μετ' αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. 20,12a ἐγλυκάνθη ἐν στόματι αὐτοῦ κακία, 12b κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. 20,13a οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν 13b καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ. 20,14a καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ. 14b χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ καὶ πόνος, 20,15a πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται ἐκ κοιλίας αὐτοῦ. «κἂν οὕτως αὐτόν», φησίν, «ἐν ἀσφαλείᾳ ἔχῃ ὥσπερ ἐν κοιλίᾳ, ταχέως αὐτὸν ἀποβαλεῖ μετ' ὀδύνης.» τοῦτο γάρ ἐστιν· ἐξεμεθήσεται. τοῦτο συμβαίνει τοῖς πλουσίοις. εἶτα «καταρᾶται», φησίν, «ἀπὸ τῆς τοῦ πλούτου καυχήσεως.» 20,15b ἐξ οἰκίας δὲ αὐτοῦ, φησίν, ἐξελκύσει αὐτὸν ἄγελος θανάτου. 20,16a θυμὸν δὲ δρακόντων θηλάσει, 16b καὶ ἀνέλοι αὐτὸν γλῶσσα ὄφεως. 20,17a μὴ ἴδοι ἄμελξιν νομάδων 17b μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. 20,18a εἰς