Ancient Greek
Pg 132
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 132
Not analysed yet
καὶ ὑμεῖς ἀπὸ κρίματος. 29b θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται, 29c καὶ τότε γνώσονται, ὅτι οὐδαμοῦ αὐτῶν ἡ ἰσχὺς ἔσται. 20,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 20,2a οὐχ οὕτως ὑπελάμβανόν σε εἶναι καὶ ἀντερεῖν σε ταῦτα. ὅρα πάλιν ἐπίπληξιν. 20,2b καὶ οὐχὶ συνιέναι μᾶλλον ἢ ἐμέ. τουτέστιν· «οὐκ ᾤμην ἀγνοεῖν σε ἅπερ ἔστι καὶ ἐπίσταμαι ἐγώ, ἅπερ οὕτω δῆλά ἐστι καὶ φυλάττει νόμον οἰκεῖον ὡς μὴ παραχαράττοντα.» 20,3a παιδείαν ἐντροπῆς σου ἀκούσομαι, 3b καὶ πνεῦμα ἐκ τῆς συνέσεώς σου ἀποκρίνεταί μοι. 20,4a μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, 4b ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; «μὴ γάρ τι καινὸν γέγονεν», φησίν, «ἀφ' οὗ ὁ κόσμος ἐγένετο; καὶ γίνεται οὐδὲν παράδοξον, οὐδεμία καινοτομία οὐδὲ ἐναλλαγή.» 20,5a εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, 5b καὶ ἡ χαρμονὴ δὲ παρανόμων ἀπώλεια. εἰ δὲ ἡ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν; 20,6a ἐὰν ἀναβῇ εἰς οὐρανόν, φησίν, τὰ δῶρα αὐτοῦ, 6b ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται, 20,7a ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, 7b τότε εἰς τέλος ἀπολεῖται, 7c οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν· ποῦ ἐστιν; εἶτα δεικνύς, ὅτι ἄνωθεν ἡ πληγή, φησίν· 20,8a ὥσπερ γὰρ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, 8b ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. 20,9a ὀφθαλμὸς γὰρ παρέβλεψε καὶ οὐ προσθήσει· 9b καὶ οὐ προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ οὐκέτι. 20,10a τοὺς υἱοὺς αὐτοῦ ὀλέ-