Ancient Greek · ~6 min
Pg 137
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 137
Not analysed yet
ἐπειδὴ γὰρ ἔλεγεν ὁ πρὸ αὐτοῦ εἰρηκώς, ὅτι ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ταῦτα γίνεται, καὶ ἐνεκάλει αὐτῷ ὡς τὰ σαφῆ καὶ δῆλα ἀγνοοῦντι, «εἶπες», φησίν, «ὅτι γίνεται ταῦτα· ἀλλὰ καὶ τὰ ἐναντία, ὥστε μηδεὶς νομιζέτω εἰδέναι τὸν ἀπόρρητον τοῦ θεοῦ λόγον, καθ' ὃν ἅπαντα γίνεται. εἰπὲ γάρ μοι· ἐκεῖνοι οὐκ ἀσεβεῖς; διὰ τί οὐ κολάζονται; ἀλλ' ὁ μὲν ἐν λιμῷ, ὁ δὲ ἐν πλούτῳ τῆς αὐτῆς οὔσης <τῆς> πονηρίας.» εἶτά φησιν· 21,22b αὐτὸς δὲ σοφοὺς διακρινεῖ. 21,23a οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ, 23b ἄλλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν· 21,24a τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος, 24b ὁ δὲ μυελὸς αὐτοῦ διαχεῖται. 21,25a ὁ δέ γε τελευτᾷ πικρίᾳ ψυχῆς 25b οὐ φαγὼν οὐδὲν ἀγαθόν· 21,26a ὁμοθυμαδὸν δὲ οἱ υἱοὶ αὐτοῦ ἐπὶ γῆς κοιμῶνται, 26b σαπρία δὲ αὐτοὺς ἐκάλυψεν ἐπὶ γῆς. 21,27 ὥστε οἶδα ὑμᾶς, φησίν, ὅτι τόλμῃ ἐπίκεισθέ μοι, 21,28a ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος 28b καὶ ποῦ ἐστι σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; «οὐκ ἀπὸ λογισμῶν», φησίν, «συνετῶν οὐδὲ ἀπὸ διανοίας ὀρθῆς {ἐπὶ} ταῦτα ἐξετάζειν ὑμᾶς ἐχρῆν; οὐκ ἄρα παρακαλέσαι ἤλθετε.» 21,29a ἐρωτήσατε παραπορευομένους ὁδόν, 29b καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται, 21,30a ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρὸς 30b καὶ εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται. 21,31a τίς ἀπαγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὀργήν; 31b καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ; 21,32a καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη 32b καὶ ἐπὶ σορῷ ἠγρύπνησεν. 21,33a ἐγλυκάνθη-