Ancient Greek · ~6 min
Pg 138
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 138
Not analysed yet
σαν αὐτῷ χάλικες χειμάρρου, 33b καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται 33c καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. 21,34a πῶς δέ με παρακαλεῖτε κενά; 34b τὸ δὲ ἀφ' ὑμῶν καταπαῦσαί με οὐδέν. 22,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 22,2 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; καὶ οὗτος τοῦτο ὡμολόγησεν ἡττηθείς. εἶτα, ἐπειδὴ ἐκ τῶν εἰρημένων συνήγετο τὸ μὴ εἶναι ἀσεβῆ τὸν Ἰὼβ μηδὲ δεῖν ἀπὸ τῶν τιμωριῶν τοὺς τρόπους στοχάζεσθαι <. . . >. ὅρα, πῶς κακούργως· ταύτῃ σχεδὸν καὶ τὴν πρόνοιαν ἀναιρεῖ· 22,3a τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ᾖς ἄμεμπτος τοῖς ἔργοις; τουτέστιν· οὐδὲν τοῦτο πρὸς τὸν θεόν. 22,3b ἢ ὠφέλεια αὐτῷ, ὅτι ἁπλώσεις τὴν ὁδόν σου; «μὴ γάρ τι εἰς τὴν αὐτοῦ συντελεῖ τοῦτο ὠφέλειαν;» φησίν. ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι «ὁ θεὸς ταῦτα ἐποίησε καὶ δι' αὐτὸν πάσχω», θέλει δεῖξαι, ὅτι οὐ παρὰ τοῦ θεοῦ. 22,4a ἢ λόγον σου ποιούμενος, φησίν, ἐλέγξει σε 4b καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; «μάλιστα μὲν οὖν, εἰ καὶ δίκαιος ᾖς, οὐδὲν αὐτῷ μέλει οὐδ' ἔχει σου λόγον.» τουτέστιν· οὐ πολλῆς τῷ θεῷ τοῦτο σπουδῆς ἄξιον. «πλὴν εἰ καὶ ἐβούλετό σε κρῖναι, πολλὰ ἂν εὗρεν ἁμαρτήματα, εἴ γε δικαίως ἤθελε μετὰ σοῦ κριθῆναι.» εἶτα καταλέγει τὰ ἁμαρτήματα· 22,5a πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή, 5b ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι; 22,6a ἠνεχύραζες γὰρ τοὺς ἀδελφούς σου διὰ κενῆς, 6b ἀμφίασιν δὲ γυμνῶν ἀφείλου,