Ancient Greek · ~6 min
Pg 139
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 139
Not analysed yet
22,7a οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, 7b ἀλλὰ πεινῶντας ἐστέρησας ψωμῶν. 22,8a ἐθαύμασας δέ τινων πρόσωπα, 8b ἐκοίμισας δὲ πτωχοὺς ἐπὶ γῆς· 22,9a χήρας δὲ ἐξαπέστειλας κενὰς 9b καὶ ὀρφανοὺς ἐκάκωσας. 22,10a τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, 10b καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. καὶ πόθεν; «ὅτι κολάζῃ», φησίν. 22,11a τὸ φῶς σοι εἰς σκότος ἀπέβη, 11b κοιμηθέντα δέ σε ὕδωρ ἐκάλυψεν. τουτέστιν· «ἐν ἐρημίᾳ καὶ αἴθριος ἀλήτης καὶ φυγὰς ἀνέστιος γέγονας.» 22,12a μὴ ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ, 12b τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν; 22,13a καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; 13b ἦ κατὰ τοῦ γνόφου κρίνει; 22,14a νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται 14b καὶ γῦρον οὐρανοῦ διαπορεύεται. 22,15a μὴ τρίβον αἰώνιον φυλάξεις, 15b ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, 22,16a οἳ συνελήφθησαν ἄωροι; 16b ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν, 22,17a οἱ λέγοντες· τί ποιήσει ἡμῖν ὁ κύριος 17b ἢ τί ἐπάξει ἡμῖν ὁ παντοκράτωρ; 22,18a ὁ δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, 18b βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ. 22,19a ἰδόντες δὲ οἱ δίκαιοι ἐγέλασαν, 19b ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. 22,20a εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, 20b καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. 22,21a γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς· 21b ἦ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. 22,22a ἔκλαβε δέ, φησίν, ἐκ στόματος αὐτοῦ ἰσηγορίαν σὺν ἐξομολογήσει 22b καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. τουτέστιν· «ἐναντίον αὐτοῦ ἀντίλεξον, ἐὰν ὑπομείνῃς.» οὐδαμῶς. 22,23a ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου 23b καὶ πόρρω ποιήσῃς ἀπὸ διαίτης σου