Ancient Greek
Pg 141
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 141
Not analysed yet
ἐμπλήσαιμι ἐλέγχου. 23,5a γνοίην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, 5b αἰσθοίμην δέ, τίνα μοι ἀπαγγελεῖ, 23,6a καὶ εἰ πολλῇ ἰσχύι ἐπελεύσεταί μοι 6b καὶ εἰ ἐν ἀπειλῇ οὐ χρήσεταί μοι. «καὶ γάρ, εἰ πολλῇ ἰσχύι χρήσεταί μοι καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα, ὅτι ἀλήθεια παρ' αὐτῷ ἐστιν.» 23,7a ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτῷ· 7b ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα. τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν· «ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς.» εἶτά φησιν, ὅτι «ταῦτα ἤθελον γενέσθαι, ὥστε ἀποθανεῖν οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν». 23,8a ἐὰν γὰρ πορευθῶ εἰς τὰ πρῶτα, οὐκέτι εἰμί, 8b τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα αὐτόν; 23,9a ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, 9b περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. 23,10a οἶδε γὰρ ἤδη ὁδόν μου αὐτὸς 10b καὶ διέκρινέ με ὥσπερ χρυσίον. 23,11a ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· 11b ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκλίπω. 23,12a ἀπὸ ἐντολῶν αὐτοῦ οὐ μὴ παρέλθω, ἵνα μὴ ἀποθάνω. «οἶδεν», φησίν, «τὴν ὁδόν μου καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ. ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;» 23,12b ἐν δὲ κόλπῳ μου, φησίν, ἔκρυψα ῥήματα αὐτοῦ. 23,13a εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτω, τίς ἐστιν ὁ ἀντερῶν αὐτῷ; 13b ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 23,15a διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπουδάκειν, 15b νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 15c ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδασθῶ, 15d κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. «οὐχ ἥμαρτον», φησίν, «καὶ τί τοῦτο;» οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν θεῷ, ἀλλὰ καὶ τούτων χωρίς, τῶν ἁμαρτημάτων λέγω.