Ancient Greek
Pg 142
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 142
Not analysed yet
23,16a κύριός μου ἐμαλάκυνε τὴν καρδίαν, 16b ὁ δὲ παντοκράτωρ ἐσπούδασεν ἐπ' ἐμέ. 23,17a οὐ γὰρ ᾔδειν, ὅτι ἐπελεύσεταί μοι γνόφος, 17b πρόσωπον δέ μου καλύψει σκότος. «οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο», φησίν, «ἀπροσδόκητον τὸ κακόν. στοχάζομαι τῆς τοῦ θεοῦ χειρὸς εἶναι τὴν πληγήν.» καὶ καλῶς εἶπεν· πρὸ προσώπου μου. οὐ γὰρ κοινὸν τὸ σκότος ἐστίν, ἀλλὰ τῆς ἀθυμίας ἐστίν. εἶτα πάλιν ὁμοίως ἀπορεῖ καί φησιν· «διὰ τί ἀσεβεῖς εὐπραγοῦσιν;» 24,1 διά τί δέ, φησίν, κύριε, ἔλαθον ὥρας 24,2a ἀσεβεῖς ἄνδρες; ὅριον δὲ ὑπερέβησαν 2b καὶ ποίμνιον σὺν ποιμένι ἥρπασαν. 24,3a ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγαγον 3b καὶ βοῦν χήρας ἠνεχύρασαν. 24,4a ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, 4b ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς· 24,5a καὶ ἀπέβησαν ὥσπερ ὄνοι ἐν ἀγρῷ 5b ὑπὲρ ἐμοῦ ἐξελθόντες τῇ ἑαυτῶν πράξει. 24,6a ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν, 24,5c ἡδύνθη δὲ αὐτῶν ἄρτος εἰς νεωτέρους. 24,6b ἀδύνατοι δὲ ἀσεβῶν ἀμπελῶνας ἀσιτὶ καὶ ἀμισθὶ εἰργάσαντο. 24,7a γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, 7b ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλοντο. 24,8a ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται 8b καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο. ὥσπερ γὰρ τοῦτο ἀπορίας ἐστίν, διὰ τί ὁ μὲν ἀδίκως πάσχει τοιαῦτα, οὕτω κἀκεῖνα, ὡς ἑκατέρωθεν θορυβεῖσθαι καὶ ταράττεσθαι εἰκός. ἀπέβησαν δέ, φησίν, ὥσπερ ὄνοι ἐν ἀγρῷ. τουτέστιν· πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν, οὐδεὶς αὐτοὺς ἀδικεῖ οὐδὲ κακῶς ποιεῖ.