Ancient Greek
Pg 147
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 147
Not analysed yet
ου· 11b ἅ ἐστι παρὰ τῷ παντοκράτορι, οὐ ψεύσομαι. τουτέστιν· "τί πράττει, τί οἰκονομεῖ ἀεί, τί ἔργον αὐτῷ". 27,12a ἰδοὺ δὴ πάντες ὑμεῖς ἑωράκατε, 12b διότι κενὰ κενοῖς ἐπιβάλλετε. 27,13a αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, 13b ὀργὴ δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς. «τοῦτο ἔργον αὐτῷ», φησίν, «τοὺς ἀσεβεῖς ἀπολλύναι· οἶδα γὰρ τοῦτο κἀγώ.» διὰ τοῦτο γὰρ πανταχοῦ τοῦτο τίθησιν, ὅτι τοὺς πονηροὺς κολάζει, ἵνα μὴ νομίζωσιν, ὅτι ἀδικίαν τινὰ καταγινώσκει τοῦ θεοῦ. 27,14a ἐὰν πολλοὶ γένωνται, φησίν, οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· 14b ἐὰν δὲ καὶ ἀνδρυνθῶσιν, προσαιτήσουσιν, 27,15a οἱ δὲ περιόντες αὐτῶν κακῷ θανάτῳ τελευτήσουσιν, 15b καὶ χήρας αὐτῶν οὐθεὶς ἐλεήσει. 27,16a ἐὰν δὲ συναγάγῃ ὥσπερ γῆν ἀργύριον, 16b ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ, 27,17a ταῦτα πάντα δίκαιοι περιποιήσονται, 17b τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. 27,18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη ὁ πλοῦτος αὐτοῦ. 27,19a πλούσιος κοιμηθεὶς οὐ προσθήσει, 19b ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν. 27,20a κοιμηθέντι συναντήσουσιν αὐτῷ ὥσπερ ὕδωρ ὀδύναι, 20b νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος. 27,21a ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται, 21b καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ 27,22a καὶ ἀπορρίψει αὐτὸν καὶ οὐ φείσεται· 22b ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. 27,23a κροτήσει ἐπ' αὐτὸν χεῖρας αὐτοῦ 23b καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. 28,1a ἔστι γάρ, φησίν, ἀργυρίῳ τόπος, ὅθεν γίνεται, 1b τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται. 28,2a σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, 2b χαλ-