Ancient Greek
Pg 148
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 148
Not analysed yet
κὸς δὲ ἴσα λίθῳ λατομεῖται. 28,3a τάξιν, φησίν, ἔθετο σκότει, 3b καιρῶν πέρας αὐτὸς ἐξακριβάζεται. ἤτοι τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσι τάξιν ὁρίσας πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ· οὐδὲν ἁπλῶς οὐδὲ εἰκῇ παρέρχεται. ἢ ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία ἄδηλος τοῦ θεοῦ. ἀργύριον μὲν γὰρ καὶ χαλκὸς τόπον ἔχει, τῆς δὲ σοφίας τόπον οὐδεὶς ἔγνω, ἀλλ' αὐτὸς μόνος οἶδε τὴν σοφίαν. ἀνθρώποις δὲ εἶπεν, ὅτι ἡ θεοσέβειά ἐστι σοφία καὶ τὸ καλὰ πράττειν ἐπιστήμη. τάξιν ἔθετο σκότει, φησίν. καλῶς εἶπε τάξιν. οἶδε παραχωρεῖν καὶ ὑπεξίστασθαι. τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοιαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. «διὰ τί σκότος», φησίν, «μὴ ἴσμεν. πάντα δύναται, πάντα σοφῶς ποιεῖ.» εἶτα πολλὰ τὰ μεταξὺ εἰπών φησιν· 28,28a ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, 28b τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον. ἀρχὴ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν. τοῦτό ἐστι τὸ μέγιστον ἀγαθόν, τοῦτο ἡ μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ ψήφους τιθέναι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων. μὴ δὴ ἑτέραν νομίζετε σοφίαν εὑρίσκειν.