Ancient Greek · ~6 min
Pg 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 15
Not analysed yet
βούλει σοι δείξω τὸ κέρδος τὸ ἀπὸ τοῦ διαβόλου; ἄκουε Παύλου λέγοντος· παρέδωκα τοὺς τοιούτους τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. βούλει πάλιν καὶ ἕτερον ἀκοῦσαι; παράδοτε, φησίν, τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. οὐχ ὁρᾷς τοὺς δημίους τοὺς τοῖς ἄρχουσιν ἑπομένους; οὕτω καὶ τούτοις ὁ Παῦλος ἐκέχρητο. τούτων δὲ οὐχ ὁ διάβολος αἴτιος τῶν ἀγαθῶν, ἀλλ' ἡ τοῦ θεοῦ φιλανθρωπία τῷ πονηρῷ πρὸς τὸ δέον χρωμένη. ὁρᾷς, ὅτι οὐχὶ κατὰ ταὐτὸν πανταχοῦ πάρεστιν ὁ διάβολος, ἀλλὰ ἐκ περιόδου; περιελθών, γάρ φησιν, τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; ὁρᾷς, ὅτι πλάσις ἐστὶ τὸ πρᾶγμα; ἐρωτᾷ αὐτὸν ὁ θεός. ἀπὸ τούτου μανθάνομεν, ὅτι ἐβούλετο αὐτὸν πειρασθῆναι. καὶ τίνος ἕνεκεν ἐρωτᾷ ὁ θεός; ἵνα αὐτῷ δῷ ἀφορμὴν πάλης καὶ μάχης. καὶ ὅρα, πῶς αὐτὸν πρῶτον ὑπεύθυνον ποιεῖ ταῖς οἰκείαις ἀποκρίσεσιν. ἵνα μὴ λέγῃ εἰπόντος τοῦ θεοῦ· «μή τινα εἶδες κατὰ τὸν θεράποντά μου;» ,ὅτι «οὐκ οἶδα, οὔπω περιῆλθον τὴν γῆν πᾶσαν», πρότερον αὐτὸν ποιεῖ ὁμολογῆσαι, ὅτι πᾶσαν ἐπεσκέψατο τὴν ἀνθρωπίνην φύσιν, καὶ τότε τὴν πεῦσιν ἐπάγει. πόθεν παραγέγονας; καὶ οὐκ εἶπεν αὐτῷ ἁπλῶς· περιελθὼν τὴν γῆν, ἀλλὰ καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν, ἵνα καὶ τὴν ἔρημον αἰνίξηται καὶ τὴν οἰκουμένην πᾶσαν καὶ εἴ τι ὑπόκειται τῷ οὐρανῷ. καὶ γὰρ μάλιστα ταῖς ἐρήμοις ἐμφιλοχωρεῖ, καθάπερ καὶ ὁ Χριστὸς εἶπεν· διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν. καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον τὸ τὸ πλέον ἐκεῖ τῶν δαιμόνων ἀποικίζειν.