Ancient Greek · ~6 min
Pg 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 16
Not analysed yet
1,8a καὶ εἶπεν αὐτῷ ὁ κύριος· 8b προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ, 8c ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, 8d ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 8e ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ὅρα, πῶς ὁ ἀθλητὴς ἀνακηρύττεται τοῦτο δεύτερον παρὰ τῆς ἀδεκάστου ψήφου. σὺ δέ μοι κατανόει τοῦ διαβόλου τὴν ἄνοιαν καὶ τὴν κακίαν. θεὸς μαρτυρεῖ, ὅτι ἄμεμπτος, καὶ σὺ προσδοκᾷς περιέσεσθαι τῆς μαρτυρίας; οὐκ ἂν εἶπεν· ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, εἰ μὴ προῄδει, ὅτι καὶ τῶν πειρασμῶν συμπεσουμένων ἀχείρωτος ἔμελλεν ἔσεσθαι. ὅρα, πῶς ποιεῖ τῶν παλαισμάτων τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν παρὰ τοῦ ἀντιδίκου λαβεῖν τὴν αἰτίαν. καὶ καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον βούλεται μὲν συμπλακῆναι αὐτὸν τοῖς ἐναντίοις, οὐ βούλεται δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμήν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι, ἀλλ' αὐτοὺς ἐκείνους ἐπὶ τοῦτο ἐλθεῖν καὶ προκαλέσασθαι, ἵνα καὶ τὰ τῆς νίκης λαμπρὰ γένηται καὶ τὰ τῆς ἥττης ἐκείνοις αἰσχίω, οὕτω καὶ ὁ θεὸς ποιεῖ. προσέσχες, φησίν, τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τίνι γὰρ ἄλλῳ μάλιστα προσέχει ὁ διάβολος; πρὸς τίνα ἔχει τὴν βασκανίαν; κατὰ τοῦ θεράποντός μου, φησίν, Ἰώβ. ἀρκεῖ τοῦτο εἰς ἀρετῆς λόγον. ἄκουε αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος· Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν, καὶ πάλιν ἀλλαχοῦ· τοῦ δούλου σου, φησίν, Ἰσαὰκ μνήσθητι. τοῦτο γὰρ αὐτὸν παρέκνισεν εὐθέως, ὅτι θεράπων αὐτοῦ καλεῖται. μονονουχὶ ὀνειδίζοντός ἐστι καὶ βουλομένου πρὸς τὸ ἐναντίον αὐτὸν μετάγειν· «καὶ σὺ θεράπων ἦς πρὸ τούτου, καὶ σὺ ἀσώματος, ἀλλ' οὗτος σῶμα ἔχει, οὗτος ἐπὶ τῆς γῆς, σὺ δὲ ἐν οὐρανῷ.» τοῦτό ἐστιν, ὃ λέγει ὁ Παῦλος· ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά.