Ancient Greek
Pg 150
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 150
Not analysed yet
μόνων ἀγρίων μάχαι καὶ στάσεις, ὥστε τοῦτον αὐτὸν δεῖξαι. ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. ὁρᾷς, ὅτι σκότος τὰ πάντα κατέχει; καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. ἀλλ' ὥσπερ τοῦτο τὸ σκότος χρήσιμον πρὸς ἀνάπαυσιν, οὕτως ἐκεῖνο χρήσιμον ἡμῖν οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν σοφίαν τοῦ τὰ πάντα τεκτηναμένου θεοῦ. ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς. τουτέστιν· πάντοθεν τῷ καρπῷ βρίθων. ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. ὁρᾷς, ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖξαι τοῦ θεοῦ; 29,6a ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, 6b τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. ὁρᾷς, ὅτι οὐδαμοῦ πλούτου μέμνηται ἀδίκου οὐδὲ περιττοῦ, ἀλλὰ τοῦ χρησίμου καὶ λόγον ἔχοντος; 29,7a ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, 7b ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. τὴν παρρησίαν λέγει καὶ τὴν ἀξίαν τὴν προτέραν, εἶτα τὴν δόξαν. 29,8a ἰδόντες δέ με νεανίσκοι ἐκρύβησαν, 8b πρεσβῦται δὲ πάντες ἐπανέστησαν, 29,9a ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες 9b δάκτυλον θέντες ἐπὶ στόματι αὐτῶν. ἐμοὶ δοκεῖ καὶ τούτους πλήττειν καὶ αἰνίττεσθαι ἅτε ἐπεμβαίνοντας αὐτῷ, ὅτι «πρὸ τούτου φοβερὸς ἤμην», φησίν, «καὶ ἐπίδοξος.» 29,10a οἱ δὲ ἀκούσαντες περὶ ἐμοῦ ἐμακάρισάν με 10b καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη, 29,11a ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, 11b ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. 29,12a διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, 12b καὶ ὀρφανῷ, ᾧ οὐχ ὑπῆρχε βοηθός, ἐβοήθησα.