Ancient Greek
Pg 149
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 149
Not analysed yet
29,1 ΠΡΟΣΘΕΙΣ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΠΡΟΟΙΜΙΩ· 29,2a τίς ἄν με θείη μῆνα κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν; τί ἐστιν· προσθεὶς τῷ προοιμίῳ; οὐ τελειοῖ τοὺς λόγους, ἀλλὰ εἰς ἀρχὴν πάλιν ἀνήγαγε μὴ συγχωρῶν διακόπτειν ἐκείνοις μηδὲ εἰς ἀντιλογίαν καθιέναι. τί οὖν φησιν; «ἐβουλόμην γίνεσθαι μῆνα ἐπὶ τῆς εὐπραγίας τῆς παλαιᾶς, ὥστε ὑμῶν ἐμφράξαι τὰ στόματα, ὥστε δειχθῆναι, τίς ἤμην.» μῆνα ἕνα κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν. οὐδὲν μέγα ἐζήτησεν, τριάκοντα ἡμέρας μόνον γενέσθαι ἐπὶ τῶν προτέρων ἀγαθῶν καὶ τῆς εὐθηνίας ἀπολαῦσαι ἐκείνης, ἣν οὐδεὶς οὐδέπω παραστῆσαι δύναται. εἶτα ἐπεξέρχεται τῷ λόγῳ. ἐπειδὴ γὰρ τοῦτο ἀδύνατον ἦν, κατὰ δύναμιν αὐτῷ τῷ λόγῳ παρίστησι καὶ λέγει, τίνα ἐποίει καὶ ἐν τίσιν ἦν τὸ πρότερον. ὅρα τὴν εὐσέβειαν τοῦ ἀνδρός· τὸ πᾶν τῷ θεῷ ἀνατίθησιν. οὐ γὰρ ἔστι τῆς ἄνωθεν ἀπεστερημένον ῥοπῆς δυνηθῆναι στῆναί ποτε. 29,2a ἡμερῶν, φησίν, 2b ὧν ὁ θεὸς ἐφύλαττέ με, 29,3a ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, 3b ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, 29,4a ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, 4b ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, 29,5a ὅτε ἤμην ὑλώδης λίαν, 5b κύκλῳ δέ μου οἱ παῖδες. ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· ὅτε ὁ θεὸς ἐφύλαττέ με. εἶτα λέγει τῆς φυλακῆς αὐτοῦ τὰ τεκμήρια· ὅτε ηὔγει, φησίν, ὁ λύχνος ὑπὲρ κεφαλῆς μου. τουτέστιν· τὸ φῶς. καὶ τὸν λύχνον μου φωτιεῖς· λύχνου γὰρ ὄντως χρεία. τοσοῦτόν ἐστι τὸ σκότος τὸ παρόν, τοσαῦται τῶν πραγμάτων αἱ περιστάσεις, τῶν σωματικῶν παθῶν αἱ ἐπαναστάσεις, πονηρῶν ἀνθρώπων αἱ ἐπιβουλαί, δαι-