Ancient Greek
Pg 153
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 153
Not analysed yet
ἐποίουν φῶς.» καθάπερ καὶ ὀφθαλμοὺς ἔχοντες πολλοὶ σκότος ὁρῶσιν, οὕτω καὶ οὗτος τυφλοὺς ἐποίει βλέπειν. ὅρα σημεῖα ἀποστολικά· οὐκ ὀφθαλμοὺς ἀπεδίδου—οὔπω γὰρ αὕτη ἡ χάρις—, ἀλλὰ μενόντων πεπηρωμένων φῶς παρεῖχεν· οἱ δὲ νῦν καὶ τοὺς βλέποντας τυφλοὺς ποιοῦσιν. οὐκ εἶπεν· «διὰ τῶν οἰκετῶν ἐποίουν», ἀλλ' «ἐγὼ αὐτὸς τῆς φύσεως τὰ ἁμαρτήματα διώρθουν, οὐ τὰ παρὰ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τὰ παρ' αὐτῆς τῆς φύσεως.» ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. ὅρα, μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος οὐδὲ μεγαλοφρονῶν, ἀλλ' ἀναγκαζόμενος εἰπεῖν τοῦ θεοῦ τὴν πρόνοιαν καὶ ἐπὶ τίσιν ἀπήλαυεν αὐτοῦ καὶ ἐν τίσιν ἐστὶ νῦν. δίκην, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. ὁρᾷς τὴν προστασίαν; «οὐ μέχρι χρημάτων οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. οὐδέν μοι διαφέροντος πράγματος ἐζήτουν καθάπερ τις ἄριστος θηρατής. οὐ γνωρίμους μόνον οὐ παρεπεμπόμην»—καθάπερ <οἱ> νῦν—»οὐδὲ τοὺς ὄντας διωθούμην, ἀλλ', εἰ καὶ μηδεὶς ἦν, καθάπερ ἔργον τοῦτο ἔχων καὶ καθάπερ τις θηρατὴς ἄριστος περιῄειν συνεχῶς περισκοπούμενος, μή πού τις ἀδικεῖται, μή πού τις καταδυναστεύεται.» ἐξιχνίασα, φησίν. καὶ ὅρα· «τὰς πάνυ λανθανούσας», φησίν,