Ancient Greek
Pg 154
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 154
Not analysed yet
»καὶ κεκρυμμένας καὶ δυσκολίαν ἐχούσας καὶ πρὸς τὸ εὑρεθῆναι καὶ πρὸς τὸ διαλυθῆναι.» καὶ συνέτριψα μύλας ἀδίκων. τὸ ἀποστολικὸν ἐκεῖνο· ὁ προϊστάμενος ἐν σπουδῇ. ἐκ μέσου δὲ ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ὅρα τὴν δυσκολίαν τοῦ πράγματος· «καταποθὲν ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα». οὐ καθάπερ ἡμεῖς· «οὐ δύναται», φησίν, «ἀνήνυτόν ἐστιν.» συνέτριψα μύλας ἀδίκων. ὅρα ἐν ἑκατέρᾳ τῇ ἀρετῇ τὰ πρῶτα ἔχοντα, καὶ ἔνθα κολάζειν καὶ ἔνθα βοηθεῖν ἐχρῆν. τίνος δὲ ἕνεκεν; «συνέτριψα», φησίν, «τὰς μύλας τῶν ἀδίκων αὐτοῖς ἐκείνοις βοηθῶν καὶ ποιῶν ἀχρήστους λοιπὸν πρὸς ἑτέραν τοιαύτην πλεονεξίαν. καὶ τὸ δὴ θαυμαστόν· οὐδεμίαν ἀντὶ τούτων εἶχον ἀπέχθειαν, ἀλλὰ προσεδέχοντο», φησίν, «λαλοῦντός μου.» εἶτα λέγει· 29,19a ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, 19b καὶ δρόσος αὐλισθήσεται ἐπὶ τῷ θερισμῷ μου. 29,20a ἡ δόξα μου καινὴ μετ' ἐμοῦ, 20b καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται. 29,21a πρεσβύτεροι ἀκούσαντές μου προσεῖχον, 21b ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ, 29,22a ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, 22b καὶ περιχαρεῖς ἐγίνοντο, ὁπότε αὐτοῖς ἐλάλουν. 29,23a ὥσπερ γῆ διψῶσα προσδεχομένη ὑετὸν 23b οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο. 29,24a εἰ ἐγέλων πρὸς αὐτούς, οὐκ ἐπίστευον. ὅρα, τί φησιν· οὐχ ὁ πλοῦτος αὐτὸν ἐπίφθονον ἐποίει, οὐ τὸ τῶν ἀδικουμένων προΐστασθαι, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν. 29,24b καὶ φῶς, φησίν, τοῦ προσώπου μου οὐ κατέπιπτεν. 29,25a ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων 25b καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, 25c