Ancient Greek
Pg 158
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 158
Not analysed yet
συμφορᾶς, ἤτοι ἀπὸ τοῦ αἴθριος εἶναι διὰ παντός. ποικίλη καὶ πολύτροπος ἡ συμφορά, παντοδαπὰ τὰ δεινά. ἀπέβη εἰς πένθος ἡ κιθάρα μου, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ἄρα καὶ κιθάρᾳ ἐκέχρητο. «ἀλλ' οὐκέτι μοι μελῳδίας ἐστὶν ὑπόθεσις τὸ ὄργανον, ἀλλὰ τῶν ἐναντίων. μείζων ἡ συμφορά, ὅταν τῇ αὐτῇ πρὸς τὰ ἐναντία κέχρημαι. ὑπόμνησίς μοι τὸ ὄργανον τῆς παλαιᾶς εὐπραγίας γίνεται.» τῇ γὰρ μουσικῇ ἐχρῶντο οἱ παλαιοὶ ψάλλοντες. ἐντεῦθεν ἡμῖν δῆλον, ὅτι πρὸ τοῦ Μωσέως ἦν· ψαλμὸς γὰρ ἦν μετ' ἐκεῖνον, πρὸ ἐκείνου δὲ οὐδαμῶς. 31,1a διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, 1b καὶ οὐ συνήσω ἐπὶ παρθένον. 31,2a καὶ ἐπεμέρισεν ὁ θεὸς ἄνωθεν, 2b καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου. 31,3a οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ 3b καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν. 31,4a οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, 4b καὶ πάντα τὰ διαβήματά μου ἀριθμηθήσεται; 31,5a εἰ δὲ ἤμην, φησίν, πεπορευμένος μετὰ γελοιαστῶν, 5b εἴ γε καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου. βαβαὶ τῆς ἀκριβείας. «οὐκ ἔχει τις εἰπεῖν, οὐκ ἔχει, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥαθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος ταύτην τιννύω τὴν δίκην καὶ μεταβέβλημαι τοῦ θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος.» τὸν μὲν γὰρ φιλογέλωτα καὶ τρυφῇ προσεσχηκότα καὶ φιλοπαίγμονα εἰκότως ἄν τις εἰς τὴν ἐναντίαν καταστήσειεν ἕξιν γοερῷ τινι καὶ πολυθρήνῳ παραδοὺς αὐτὸν βίῳ. τὸν δὲ καὶ πρὸ τούτου φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας