Ancient Greek
Pg 159
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 159
Not analysed yet
ποῖος ἂν ἔχοι λόγος ἐμπεσεῖν εἰς σκυθρωπὸν καὶ κατηφῆ βίον; ὁρᾷς, ὅτι τὸ τοῦ ψαλμοῦ καὶ ἐπὶ τούτου ἐπληροῦτο τὸ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ; καίτοι πολυτελῆ παρατιθεὶς τράπεζαν καὶ πολλῆς ἀπολαύων εὐετηρίας καὶ τρυφῇ συζῶν διηνεκεῖ οὐδὲν τοιοῦτον ἔπαθεν, οἷον ἐν ἡμέρᾳ μιᾷ τῶν Ἑβραίων τὸ γένος. οὐκ εἶπεν· «εἰ ἐγέλασα», ἀλλ' «εἰ ἐπορεύθην μετὰ τούτων». «οὐδὲ τῆς αὐτῆς ὁδοῦ», φησίν, «ἐκοινώνησα.» καίτοι ποῖος τοῦτο ἀπηγόρευσε νόμος; εἰ δὲ καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου. «οὐκ ἔχει τις εἰπεῖν», φησίν, «ὅτι ῥαθυμίαν μὲν καὶ διάχυσιν καὶ τὸν ὑγρὸν τοῦτον οὐκ ἐδίωκον βίον, κατεσκληκὼς δὲ ὢν καὶ κατεστυμμένος ἐπὶ τὰς διαφερούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσον, πονηρίαν λέγω καὶ δόλον, ἀλλ' ἑκατέρας ὁμοίως τῆς πονηρίας ἀπέστην μακράν. 31,6a ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ. «τοσαύτης ἀκριβείας ὁ βίος μου μετέχει καὶ ἐν τοῖς μικροῖς, ὅσης δικαιοσύνης τὰ ζυγά, οὐδὲ τὸ μικρότατόν μοι παρημέληται. τούτων οὐκ ἄνθρωπον καλῶ μάρτυρα», φησίν, «τὸν καὶ χαρίσασθαι δυνάμενον, τὸν καὶ ἀγνοοῦντα πολλά, ἀλλὰ τὸν καὶ τὰ ἀπόρρητα μετὰ ἀκριβείας ἐπιστάμενον ἅπαντα θεόν, ὃν οὐδὲν δύναται τῶν ἡμετέρων λαθεῖν.» 31,6b οἶδε δὲ ὁ κύριος, φησίν, τὴν ἀκακίαν μου. 31,7a εἰ ἐξέκλινεν ὁ πούς μου ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, 7b εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου. ἔτι τοῦτο μικρόν, μέγα μὲν οὖν ὡς ἐν ἐκείνοις τοῖς χρόνοις, τάχα δὲ καὶ ὡς ἐν τοῖς παροῦσιν. τὸ μὲν γὰρ μηδὲ ἐπιθυμῆσαι μέ-