Ancient Greek · ~6 min
Pg 163
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 163
Not analysed yet
εἶτα πάλιν καθαιρεῖ αὐτοῦ τὸ ἐγκώμιον. ἵνα γὰρ μὴ δόξῃ μέγα τι ποιεῖν, ὅρα τί φησιν· 31,26a ἦ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, 26b σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. «τὸ λαμπρὸν τοῦτο φῶς», φησίν, «ἀπόλλυται καὶ ἀφανίζεται καὶ οὐχ ὁρᾶται.» ὁρᾷς, οἵαν αἰτίαν φησὶ τῆς μεταβολῆς τῶν φωστήρων; ἄρα ἀρκεῖ πρὸς φιλοσοφίαν ἡ κτίσις ἡμῖν, οὐχὶ πρὸς θεογνωσίαν μόνον. ὅταν ἴδῃς, ὅτι μέγας ὁ ἥλιος, θαύμασον τὸν δημιουργόν. ὅταν ἴδῃς, ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε. εἰ γάρ, ὃ πάντων ἐστὶ λαμπρότερον τῶν ἐπὶ τῆς γῆς, τοῦτο λήγει καὶ μειοῦται καὶ τελευτᾷ, πολλῷ μᾶλλον τὰ λοιπὰ πάντα. εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον καὶ οὗ χωρὶς ζῆν οὐκ ἔνι μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ καὶ οὐκ ἀναγκαίως ἡμῖν προσκείμενα. 31,27a καὶ εἰ ἠπατήθη, φησίν, λάθρᾳ ἡ καρδία μου, 27b εἰ δὲ καὶ χεῖρά μου θεὶς ἐπὶ στόματί μου ἐφίλησα, 31,28a καὶ τοῦτό μοι ἄρα ἀνομία λογισθείη μεγάλη, 28b ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου. τινές φασιν περὶ εἰδωλολατρίας τοῦτο εἰρῆσθαι, ἀλλ' οὐ πείθομαι· οὐ γὰρ ἂν ἐν μεγίστοις κατορθώμασι τοῦτο τέθεικεν. ἀλλ' ἐμοὶ δοκεῖ, ὅπερ πάσχουσιν οἱ ἐρωτικῶς διακείμενοι ἀπαντώντων τῶν ἐρωμένων· τὰς χεῖρας ἑαυτῶν καταφιλοῦσι τῷ στόματι, ἢ περὶ πλούτου ἢ περὶ πραγμάτων ὧν ἂν θαυμάζωσιν. ὅτι ἐψευσάμην, φησίν, ἔναντι κυρίου τοῦ ὑψίστου, «νῦν ταῦτα λέγων». ἢ ὅτι «οὐ ψεύδομαι ἐναντίον τοῦ θεοῦ»· τοῦτο γὰρ ψεῦδός ἐστι τὸ οὕτω τῶν ἀνθρωπίνων ἐκκρέμασθαι πραγμάτων.