Ancient Greek
Pg 162
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 162
Not analysed yet
οἱανδήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής. καὶ ὅρα, τούτοις ἐβοήθει, παρ' ὧν οὐδὲν προσεδόκα, χήραις καὶ ὀρφανοῖς καὶ ἀδυνάτοις. καὶ ὅτι οὐδὲ πρὸς ἐπίδειξιν ἐποίει καὶ φιλοτιμίαν, ἀλλὰ διὰ τὸν θεόν, δῆλον μὲν ἐκ τοῦ μὴ θελῆσαι πρὸ τούτου ταῦτα εἰπεῖν, καίτοι μακρῶν οὕτω λόγων ἀποταθέντων καὶ πολλῆς τῆς ὁμιλίας γεγενημένης, δῆλον δὲ καὶ ἐκ τοῦ ἐκεῖνα κατορθοῦν, ὧν οὐδένα μάρτυρα ἀνθρώπων εἶχεν, τὰ κατὰ διάνοιαν λέγω, τὰ περὶ τῶν παίδων. εἰ ἐξηκολούθησεν ἡ καρδία μου, φησίν, γυναικὶ ἀνδρὸς ἑτέρου. καίτοι τούτου μάρτυρα ἄνθρωπον οὐκ εἶχεν, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμόν, ἀλλ' ὅμως καὶ ἐκεῖνα αὐτῷ κατώρθωτο. εὔδηλον, ὅτι καὶ ταῦτα δι' ἐκεῖνον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα, ὑπερορῶν καὶ παρατρέχων καὶ ἐν θρήνοις ἐῶν εἶναι. 31,17a εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον, φησίν, μόνος 17b καὶ οὐχὶ μετέδωκα ὀρφανῷ ἐξ αὐτοῦ 31,18a καὶ ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ 18b καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα, 31,19 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, 31,20a ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγουν με, 20b ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, <31,21a εἰ δὲ καὶ ἐπῆρα ὀρφανῷ χεῖρα 21b πεποιθώς,> ὅτι πολλή μοι βοήθεια πάρεστιν, 31,22a ἀποσταίη ἄρα ἀπὸ τῆς κλειδός μου ὁ ὦμός μου, 22b ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. 31,23a φόβος γὰρ κυρίου συνεῖχέ με, 23b καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. 31,24a εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, 24b εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, 31,25a εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι 25b καὶ εἰ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου. καίτοι ποῖον τοῦτο ἁμάρτημα; ὁρᾷς αὐτὸν οὐ προσδεδεμένον χρήμασιν; ὅρα φιλοσοφοῦντα καὶ μετὰ ἀληθείας ἐπεσκεμμένον τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐπίκηρον, τὸ πρόσκαιρον καὶ βραχὺ καὶ εὐπαρόδευτον.