Ancient Greek
Pg 165
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 165
Not analysed yet
ματα κρύπτειν, ἐκπομπεύειν δὲ τὰ ἁμαρτήματα. οἱ δὲ νῦν τοὐναντίον ποιοῦσιν. 31,34b εἰ δὲ καὶ εἴασα, φησίν, ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ. οὐκ εἶπεν· «ἐλθόντι ἔδωκα», ἀλλ'· «οὐδὲ βουλομένῳ συνεχώρησα». βίαν ἐποίει τοῖς καὶ ἥκουσι βουλομένοις αὐτὸν παρατρέχειν· ᾔδει γὰρ τὸ πρᾶγμα, ὅτι εὐπορία ἐστίν. ὅσην τοίνυν οἱ πένητες νῦν ποιοῦνται σπουδὴν διενοχλοῦντες τοὺς ὀφείλοντας καὶ δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο τότε διενοχλῶν τοὺς ὀφείλοντας εὖ παθεῖν. 31,35a τίς δῴη μοι, φησίν, ἀκούοντά μου; 35b χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, 35c συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, 31,36 ἐπ' ὤμοις περιθέμενος ὡς στέφανον ἀνεγίνωσκον, 31,37a καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα 37b οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου μου, 31,38a εἰ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, 38b εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, 31,39a εἰ τὴν ἰσχὺν αὐτῆς ἔφαγον ἄνευ τιμῆς μόνος, 39b εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, 31,40a ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, 40b ἀντὶ δὲ κριθῆς βάτος. «ὁμωρόφιον», φησίν, «ἐποιούμην ἕκαστον τῶν δεομένων, τῆς στέγης κοινωνεῖν παρεῖχον οὐχ ἁπλῶς ἐπ' ἀγορᾶς †ὁρῶν†. κοινὴν ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, ἅπαντα κοινά. οἰκονόμος τις εἶναι ἐνόμιζον τῶν ἐν χρείᾳ καθεστηκότων, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ δεσποτικὰ τὰ ἐμά. ὁ κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις.» σιτομέτριον ἦν· οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν, ὥστε μὴ τῇ παρούσῃ μόνον ἡσθῆναι παραμυθίᾳ,