Ancient Greek
Pg 166
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 166
Not analysed yet
ἀλλὰ καὶ τῇ τῶν μελλόντων ἐλπίδι τρυφᾶν. ἡμεῖς δὲ αὐτοὺς καὶ προϊσταμένους ἀπελαύνομεν. καὶ ὅρα, οὐ λέγει, ὅπερ ἐδίδου, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ἀνάγκῃ συγκρύπτει τὰ κατορθώματα, περιστέλλει τὰ ἐγκώμια. οὐκ ἐξῆλθεν, φησίν, τὴν θύραν μου κόλπῳ κενῷ. χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. «οὐχ ἁπλῶς ταῦτα ἐποίουν, ἀλλὰ πρὸς τὸν θεὸν ὁρῶν, οὐχὶ φύσει», φησίν, «ἁπλῶς ἐλεήμων ὤν, ἀλλὰ διὰ τὸν τοῦ θεοῦ φόβον. οὐκ ἔχει τις εἰπεῖν, ὅτι ταῦτα μὲν κατώρθουν, ἐπαιρόμενος δὲ ἤμην καὶ ἐθάρρουν, ἀλλ' ὥσπερ οἱ συνειδότες ἑαυτοῖς ἁμαρτήματα οὕτως ἀεὶ τὸν θεὸν ἐφοβούμην καὶ ἔτρεμον.» «πᾶσαν συγγραφὴν ἄδικον διέσπασα. οὐκ ἐκαλλωπιζόμην, ἀλλὰ διέρρησσον τὴν συγγραφὴν»—τὸ δὲ περιθέμενος ἐπ' ὤμων αἰνίττεταί τινας ταῖς ἀλλοτρίαις ἐγκαλλωπιζομένους συμφοραῖς— «καὶ οὐχ ἁπλῶς ἀπεδίδουν, ἀλλὰ πρότερον ποιῶν ἐξησθενημένην τῷ διαρρῆξαι. πᾶσαν», φησίν, «συγγραφὴν ἄδικον διέσπασα.» εἰ δὲ καὶ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν ἢ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν. καὶ μὴν οὔτε στενάζει ἡ γῆ οὔτε κλαίει. τί οὖν φησιν; οὐχ ὡς ἐκείνης στεναζούσης, ἀλλ' ὡς ἐν ταῖς ἀδικίαις καὶ τῶν ἀψύχων αἰσθανομένων, ὥσπερ καὶ ὁ προφήτης φησίν· ἡ γῆ ἐξέστη καὶ ἔφριξεν. στενάζει δὲ ἡ γῆ, ὅταν ἀδικῶμεν αὐτῆς τοὺς καρπούς. 31,40c καὶ ἐπαύσατο, φησίν, Ἰὼβ ῥήμασιν, 32,1a ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ. πρὸς ταῦτα οὐδὲν εἶπον ἐκεῖνοι. ἡσύχασε μὲν ὁ Ἰὼβ διδοὺς αὐτοῖς λόγον εἰπεῖν· ἐπειδὴ δὲ καὶ τὸν θεὸν ἐκάλεσε μάρτυρα καὶ ἑαυτῷ ἐπηράσατο, ἐπεστομίσθησαν.