Ancient Greek · ~6 min
Pg 168
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 168
Not analysed yet
γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι αὐτὸς δικαιότερός ἐστι τοῦ θεοῦ, ἀλλ' ὅτι ταῦτα μὲν αὐτῷ πέπρακτο. οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ θεῷ, ὁ δὲ Ἐλιοῦς τοῦτο ὑπέλαβεν. ἐκείνοις δὲ δικαίως ἐνεκάλει προδεδωκόσι τοῦ θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. 32,4a Ἐλιοῦς δέ, φησίν, ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ, 4b ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. 32,5a καὶ εἶδεν Ἐλιοῦς, ὅτι οὐκ ἔστιν ἀπόκρισις 5b ἐν τῷ στόματι τῶν τριῶν ἀνδρῶν, 5c καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ. καλῶς εἶπεν· ὑπέμεινεν, δεικνύς, ὅτι ὠργίζετο μέν, οὐκ ἐτόλμα δὲ οὐδὲν εἰπεῖν, ἕως ἂν πάντα κενώσῃ ὁ Ἰώβ. καίτοι θέα αὐτοῦ τὴν σύνεσιν, πῶς ἐκ προοιμίων εὐθέως ἐπέβαλεν, πῶς τὴν προσήκουσαν φυλάττει τάξιν. 32,6a ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ Ο ΤΟΥ ΒΑΡΑΧΙΗΛ Ο ΤΟΥ ΒΟΥΖΙ ΛΕΓΕΙ· 32,6b νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι. 6c διὸ ἡσύχασα φοβηθεὶς 6d τοῦ ἀναγγεῖλαι ὑμῖν τὴν ἐμὴν ἐπιστήμην. ἵνα μή τις εἴπῃ· «καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ' ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ θεοῦ;» ἐπὶ τὴν ἡλικίαν κατέφυγε καὶ «προσδοκῶν», φησίν, «παρ' ὑμῶν γενναῖόν τι καὶ θαυμαστὸν λέγεσθαι». ὅρα, πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις, πῶς ἔδειξεν, ὅτι οὐδ' ἂν νῦν ἐφθέγξατο, εἰ μὴ εἰς ἀνάγκην αὐτὸν ἐκεῖνοι κατέστησαν. 32,7a εἶπον δέ, φησίν, ὅτι· οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, 7b ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν; 32,8a καὶ οὐχ οὕτως, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, 8b πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με. ἑκατέρωθεν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς ἀπό τε τῆς διαλέξεως. οὔτε γὰρ πρὸ καιροῦ προπηδήσας εἶπέ τι τούτων οὔτε καλοῦντος τοῦ καιροῦ ἡσύχασεν.