Ancient Greek
Pg 167
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 167
Not analysed yet
32,1a ἔτι ἀντεῖπεν, φησίν, Ἰώβ· 1b ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν. μετέθεντο τὴν ψῆφον, ἣν πρότερον εἶχον, ὡς ἀναγκασθῆναι λοιπὸν καταδικάσαι τοῦ θεοῦ καὶ καταψηφίσασθαι. ὅρα ἑκατέραν ἀμετρίαν· καὶ τοῦτον καὶ τὸν θεὸν κατεδίκασαν καὶ ἀμφοτέρων κατεψηφίσαντο. ἀλλ' ὁ θεὸς ὑπὲρ μὲν ἑαυτοῦ οὐδέν φησιν, ὑπὲρ δὲ τοῦ Ἰώβ· τὸ μὲν ἑαυτοῦ ἀφίησιν—τῇ γὰρ διανοίᾳ προσέσχεν—περὶ δὲ τοῦ Ἰώβ φησιν, ὅτι «οὐ καλῶς ἐφθέγξασθε κατὰ τοῦ θεράποντός μου», καίτοι ὁ μάλιστα πάντων ἠδικημένος αὐτός ἐστιν ὁ θεός. ἀλλ' οὐ τίθησι τὸ ἑαυτοῦ, ἀλλὰ τὸ ὑπὲρ ἐκείνου, καί φησι δεῖν αὐτοὺς ἐξιλεώσασθαι καὶ θυσίας προσενεγκεῖν. 32,2a ὠργίσθη δέ, φησίν, θυμῷ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ τοῦ Βουζὶ 2b ἐκ τῆς συγγενείας Ἀρὰμ τῆς Αὐσίτιδος χώρας, 2c καὶ ὠργίσθη θυμῷ τῷ Ἰώβ, 2d διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου. 32,3a καὶ κατὰ τῶν τριῶν δὲ αὐτοῦ φίλων ὠργίσθη σφόδρα, 3b διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα τῷ Ἰὼβ 3c καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. οὐχ ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ὠργίσθη, ἀλλ' ὅτι ἔναντι κυρίου, ἐπειδὴ αὐτὸν ἐκάλει μάρτυρα, ἢ ὅτι ὡς πρὸς τὸν θεὸν δικαζόμενος. τὸ μὲν γὰρ δικαιῶσαι ἑαυτὸν οὐδὲν μέγα, τὸ δὲ ὡς πρὸς τὸν θεὸν δικαζόμενον τοῦτο ποιῆσαι, τοῦτο ἄτοπον. μὴ δικαιοῦ, γάρ φησιν, σεαυτὸν ἔναντι κυρίου. καὶ μὴν καὶ οὗτοι διὰ τοῦτο ὠργίζοντο καὶ ἔλεγον· μὴ γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; τί οὖν οὗτος πλέον ἔσχεν; καὶ γὰρ καὶ ἐκεῖνοι τὸ αὐτὸ ἐνεκάλουν. εἰ δὲ τοῦτο ἀληθές, ἐσχάτης ἀσεβείας τοῦ Ἰώβ, εἰ τοῦ θεοῦ δικαιότερον ἑαυτὸν ἐνόμισεν εἶναι. τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν. τοῦτο μὲν γὰρ ὑπέλαβεν Ἐλιοῦς, ἀλλ' οὐχὶ τοιαύτῃ