Ancient Greek
Pg 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 17
Not analysed yet
προσέσχες, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐπὶ τῆς γῆς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῦτο μάλιστα εἰς βασκανίαν αὐτὸν ἤγαγε τὸ μηδένα εὑρεῖν ὅμοιον αὐτῷ. τί δάκνῃ; τί παροξύνῃ; πρὸς ἄνθρωπον ἡ σύγκρισις αὐτῷ. οὐδὲν οὐδέπω περὶ τούτου εἶπεν, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ, φησίν, ἐπὶ τῆς γῆς. τί ὅμοιος; κατὰ τί λέγεις; κατὰ τὸν πλοῦτον; κατὰ τὴν εὐγένειαν; κατά τι τῶν σωματικῶν πλεονεκτημάτων; οὐδαμῶς, ἀλλὰ κατὰ τὴν ἀρετὴν τῆς ψυχῆς. ἐπειδὴ γὰρ πολλάκις τὸ ὅμοιον ἐδήλου κατά τι τοιοῦτον, ἐπάγει· ἄνθρωπος, φησίν, δίκαιος, ἀληθινός, θεοσεβής. ἄνθρωπος δίκαιος· σὺ δὲ οὐκ ἄνθρωπος ὢν οὐκ ἔμεινας ἐπὶ τῆς ἀρετῆς. μηδεὶς λεγέτω· ἄνθρωπος ἦν ὁ δεῖνα. ἰδού, καὶ οὗτος ἄνθρωπος ἦν. ὁρᾷς τῆς φύσεως τὴν εὐτέλειαν; ἄνθρωπος ἦν καὶ ἠδυνήθη διατηρῆσαι τὴν ἀρετήν. ἐν πηλίνῳ σκηνώματι τοσαύτην εὐσέβειαν ἐπεδείξατο. ἀδέκαστος ἡ κρίσις, μάλιστα μὲν οὖν καὶ προηγουμένως, ἐπειδὴ παρὰ τοῦ θεοῦ λέγεται, ἔπειτα δέ, ὅτι καὶ τοῦ ἐχθροῦ παρόντος καὶ τοῦ μώμου ἀκούοντος. 1,<9a ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· >9b μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν; τοῦτο πονηρῶν ἀνθρώπων ἐστὶν ἐγκωμίων λεγομένων μὴ ζηλοῦν τὰ λεγόμενα, ἀλλ' ἐπιχειρεῖν καὶ σπουδάζειν αὐτὰ καθαιρεῖν. εἴ τινες ταῖς ἑτέρων εὐδοκιμήσεσι τήκονται, ἀκουέτωσαν, τίνος εἰσὶ μαθηταί. ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου. ὢ τῆς ἀναισχυντίας· ἐτόλμησεν ἀντιψηφίσασθαι τῷ θεῷ. τοῦτο δὲ οὐχὶ ὁ δαίμων ἐκεῖνος ποιεῖ μόνος, ἀλλὰ καὶ ἄνθρωποι πονηροί. ἢ οὐχὶ τοιοῦτος ἐκεῖνος ἦν ὁ ἐν τῷ εὐαγγελίῳ λέγων· ᾔδειν, ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων, ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων, ὅθεν οὐ διεσκόρπισας; καὶ πάλιν ἕτεροι ἔλεγον· πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον κυρίου. μὴ δωρεὰν σέβεται, φησίν, Ἰὼβ τὸν κύριον; ἐπειδὴ τῶν εἰρημέ-