Ancient Greek · ~5 min
Pg 173
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 173
Not analysed yet
σεν, δι' ἐνυπνίων.» ἐπειδὴ ἔλεγεν· διὰ τί με ἐκφοβεῖς ἐν ἐνυπνίοις, ἐν δὲ ὁράμασι καταπλήσσεις; 33,30A <ἰδού, φησίν, ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρός, ὁδοὺς> τρεῖς μετὰ ἀνδρὸς τοῦ ἐπιστρέψαι τὴν ψυχὴν αὐτοῦ. τί ἐστι τρεῖς; «πολλάκις», φησίν, «οὐ διαλιμπάνει ὁ θεὸς κατέχων ἡμᾶς, κηδόμενος ἡμῶν ὥστε βελτίω ποιῆσαι τὴν ψυχήν.» «λέγεις», φησίν, «ὅτι ἀδίκως καὶ ἁπλῶς ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον.» ὁ Παῦλός φησιν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ὅρα, πῶς ἄλλοθεν αὐτοῦ τὸ δίκαιον παρίστησιν· «ἐποίησε τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὰ ἄλλα πάντα. μὴ γὰρ ἀλλότρια αὐτοῦ ἐστι τὰ ἔργα, ἵνα ἡμᾶς ἀδικήσῃ; φείδεται τῶν αὐτοῦ»—φείδῃ δὲ πάντων, φησίν, ὅτι σά ἐστιν, δέσποτα φιλόψυχε—, «οὐ μόνον ὅτι αὐτοῦ ἐστιν, ἀλλ' ὅτι καὶ αὐτὸς αὐτῶν κρατεῖ. καὶ γὰρ ἐπ' ἀνθρώπων πονηρῶν τοῦτο συμβαίνει· οὐδ' ἂν θέλωσιν, ἀνέχονται τοὺς ὑποτεταγμένους ἀδικεῖν· τῶν γὰρ οἰκείων καὶ τῶν ἰδίων ἔθος ἅπασι φείδεσθαι. ὅταν δὲ καὶ αὐτὸς ὁ πεποιηκὼς ᾖ καὶ αὐτὸς ὁ κρατῶν, πῶς ταράξει τὸ δίκαιον ἐν τῇ οἰκουμένῃ πάσῃ λαμπρὸν οὕτως αὐτὸ κατασπείρας; ἀλλ' οὐδὲ αὐτὸς ἔχεις εἰπεῖν, ὅτι παρ' ἀσθένειαν οὐκ ἀδικεῖ· οὕτω γὰρ εὔκολον αὐτῷ πάντας ἀπολέσαι, ὥστε ἀρκεῖ θελῆσαι, καὶ τὸ κωλύον οὐδέν. ἀλλ' οὐδὲν τοιοῦτον σύνοιδεν ὁ παρελθὼν χρόνος.» εἶτα μετὰ πολλά φησιν· 34,12a οἴει τὸν κύριον τὰ ἄτοπα ποιήσειν; 12b ἢ ὁ παντοκράτωρ ταράξει <τὸ δίκαιον>, 34,13a ὃς ἐποίησε τὴν