Ancient Greek
Pg 174
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 174
Not analysed yet
τὴν γῆν; 13b τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; 34,14a εἰ γὰρ βούλοιτο συσχεῖν 14b καὶ τὸ πνεῦμα παρ' αὐτῷ κατασχεῖν, 34,15a τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, 15b βροτὸς δὲ εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. 34,16a εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, Ἰώβ, 16b ἐνωτίζου φωνὴν ῥημάτων. 34,17a εἰ δὲ σὺ οὐκ οἴει τὸν μισοῦντα τὰ ἄνομα 17b καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς 17c ὄντα αἰώνιον εἶναι δίκαιον. τί ἐστιν εἰ δὲ σύ; οὐκ ἐτόλμησεν ἐπαγαγεῖν τὸ συμπέρασμα· ἀπὸ πολλῆς εὐλαβείας ἐφείσατο τοῦ ῥήματος. οὐκ ἀπὸ τῆς κτίσεως, οὐκ ἀπὸ τῆς δημιουργίας, οὐκ ἀπὸ τῆς ἀρχῆς ταῦτα στοχάζεσθαι δεῖ μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς οὐσίας καὶ ἀπ' αὐτῶν τῶν ἔργων· μισοπόνηρός ἐστι καὶ φιλάνθρωπος, οὐ καθάπερ ἡμεῖς· οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὰ κακὰ ἀπεχόμεθα τῆς πονηρίας, ἀλλὰ φόβῳ τῆς μελλούσης κολάσεως. πόθεν; ὅτι μισεῖ τὰ ἄνομα, ἀπόλλυσιν, φησίν, τοὺς πονηρούς. ὄντα, φησίν, αἰώνιον. καλῶς καὶ τὸ αἰώνιον τέθεικεν, ὥστε μὴ καθ' ἑκάστην ἡμέραν μηδὲ καθ' ἑκάστην πρᾶξιν ἀπαιτεῖν αὐτὸν τῶν γενομένων τὰς εὐθύνας. πολλάκις οἰκονομεῖ τινα οἰκονομίαν, ἧς τὸ τέλος εἰς μακρὸν ἐκταθῆναι χρόνον ἀνάγκη. μὴ προπηδήσῃς τοῦ τέλους μηδὲ πρὶν ἢ τὸν πᾶν ἀπαρτισθῆναι θελήσῃς καταμαθεῖν τοῦ θεοῦ τὴν δικαιοκρισίαν, ἐπεὶ πλέον οὐδὲν ἔσται σοι τῆς προπετείας. διὰ τοῦτό φησιν αἰώνιος καὶ δίκαιος. ἅπας ὁ παρελθὼν χρόνος αὐτῷ τοῦτο μαρτυρεῖ· μὴ γὰρ νῦν μεταβέβληται; 34,18a ἀσεβής, φησίν, ὁ λέγων βασιλεῖ· παρανομεῖς. τουτέστιν· τολμηρὸς δίκην δίδωσιν, καὶ δὴ ἐπὶ βασιλέως οὐκ ἀκίνδυνον. τοῦτο ἐμοὶ δοκεῖ καὶ ἄλλο τι αἰνίττεσθαι, ὅτι ὁ βασιλεὺς οὐχ ὑπόκειται, ἀλλ' ἐπίκειται νόμοις· δημιουργὸς αὐτῶν αὐτός ἐστι τῶν νόμων. εἰκότως οὖν τῷ ποιοῦντι τοὺς νόμους ὁ λέγων· «παρανο-