Ancient Greek
Pg 176
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 176
Not analysed yet
εἶτα μετὰ πολλά φησιν· 34,35a Ἰώβ, οὐκ ἐν συνέσει ἐλάλησας, 35b τὰ δὲ ῥήματά σου οὐκ ἐν ἐπιστήμῃ. τοῦτο ἠρέμα καὶ συγγνώμης ἐστίν, ἐκεῖνοι δέ φασιν· μέχρι πότε πνεῦμα πολυρῆμον τοῦ στόματός σου; 34,36a οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, 36b μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, 34,37a ἵνα μὴ προσθῶμεν, φησίν, ἐφ' ἁμαρτίαις ἡμῶν· 37b ἀνομία δὲ ἐφ' ἡμῖν ἔσται 37c πολλὰ λαλοῦσι ῥήματα ἔναντι κυρίου. οὐκ εἶπεν· "παράνομα" οὐδὲ "ἀσεβῆ", ἀλλὰ πολλά, δεικνύς, ὅτι οὐδὲ πολλὰ ἀντιφθέγγεσθαι χρὴ τῷ θεῷ. εἰ γὰρ ἐπὶ βασιλέως οὐκ ἄν τις τολμήσειε πολλὰ ῥήματα ἀντιφθέγξασθαι, πολλῷ μᾶλλον ἐπὶ θεοῦ. 35,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 35,2a τί τοῦτο ἡγήσω ἐν κρίσει; 2b σὺ τίς εἶ, ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου, 35,3 ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών; 35,4a ἐγώ σοι δώσω ἀνταπόκρισιν 4b καὶ τοῖς τρισί σου φίλοις· 35,5a ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, 5b κατάμαθε δὴ τὰ νέφη καὶ ἰδέ, ὡς ὑψηλὰ ἀπὸ σοῦ. τουτέστιν· «εἰ καὶ μὴ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν ὁρωμένων μάθε, πόσον σου ἀπέχει καὶ πόσον ἐστὶν ὑψηλότερος. 35,6a εἰ ἥμαρτες, τί πράξεις; 6b εἰ δὲ καὶ ἠνόμησας πολλά, τί δύνασαι ποιῆσαι; τουτέστιν· «οὐδὲν αὐτὸν ἀδικήσεις, ἀλλ' οὐδὲ ὠφελήσεις δίκαιος ὤν.» ἐπειδὴ γὰρ ἔλεγεν· εἰ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι; φησίν· «διὰ τί τοῦτο εἶπες; μὴ γὰρ ὡς ἀδικούμενος φροντίζει σου ἁμαρτόντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;»