Ancient Greek · ~6 min
Pg 175
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 175
Not analysed yet
μεῖς» ἐγκαλεῖται, ὥσπερ ἂν εἴ τις τῷ πλάστῃ καὶ τῷ δημιουργῷ εἴποι· «κακῶς πλάττεις». αὐτόνομός ἐστιν ὁ βασιλεύς. 34,19a ὃς οὐκ ᾐσχύνθη, φησίν, πρόσωπον ἐντίμου, 19b οὐκ ἔδωκε δὲ τιμὴν θέσθαι ἀνδρῶν 19c τοῦ θαυμασθῆναι πρόσωπα αὐτῶν. «εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ' ὀφείλεις παραχωρεῖν αὐτῷ καὶ τῇ δόξῃ αὐτοῦ ὥστε μὴ πάντα ζητεῖν μανθάνειν.» ἄρα ὁ περιεργαζόμενος τὸν θεὸν οὐ τιμᾷ τὸν θεόν. ὅρα, καὶ Παῦλος τί φησιν· δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθείς, ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι. πόθεν πληροφορηθείς; εἰπέ μοι. τὰ γὰρ ἐναντία τῆς φύσεως ἡ ἀκολουθία ἀντεφθέγξατο. 34,20a κενὰ δὲ αὐτοῖς, φησίν, ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· 20b ἐχρήσαντο γὰρ ἀνόμως ἐκκλειομένοις καὶ ἀδυνάτοις. «ἡ ἱκετηρία σου», φησίν, «αὐτή σοι ἐναντιοῦται. ὁ γὰρ λέγων βασιλεῖ· παρανομεῖς, κἂν δέηται, μάτην δεηθήσεται.» εἶτα περὶ τῆς τοῦ θεοῦ γνώσεώς φησιν, ὅτι πάντα οἶδεν· 34,21a αὐτὸς γάρ, φησίν, ὁρατής ἐστι πάντων ἀνθρώπων, 21b λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, 34,22 οὐδέ ἐστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. 34,23b ὁ γὰρ κύριος τὰ πάντα ἐφορᾷ, 34,24a ὁ καταλαμβάνων ἀνεξιχνίαστα, 24b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. 34,25a γνωρίζων αὐτῶν τὰ ἔργα 25b καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. σὺ δέ μοι παρατήρει, πῶς οὐδαμοῦ καθικνεῖται καθάπερ ἐκεῖνοι τοῦ Ἰώβ, ἀλλά φησιν, ὅτι ὁ θεὸς δίκαιός ἐστιν, καὶ οὐ λέγει αὐτῷ, ὅτι «ἥρπασας ὀρφανοὺς καὶ χήρας», πῶς ἐπιτιμητικός ἐστιν, οὐχὶ κατηγορητικός.