Ancient Greek · ~6 min
Pg 180
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 180
Not analysed yet
φροσύνην, ἵνα μάθωμεν μετριάζειν καὶ ἵνα τὴν ἀσθένειαν ἐπιγνῶμεν τὴν ἑαυτῶν, ἵνα λέγωμεν κατὰ τὸν Ἀβραάμ· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, ἵνα λέγωμεν κατὰ τὸν Δαυίδ· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ἵνα λέγωμεν κατὰ τὸν ἀπόστολον, ὅτι ἐμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη. ἀσθενῆ αὐτὸν ἐποίησεν, καὶ νομίζει ἰσχυρὸς εἶναι· διὸ καὶ ἀσθενέστερος γίνεται. τὰ μὲν οὖν ὁμοῦ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἡμετέραν ἀσθένειαν δείκνυσιν, τὰ δὲ τὴν δύναμιν αὐτοῦ μόνον. οὐ γὰρ μόνον βούλεται πανταχοῦ μετὰ τοῦ λυπεῖν ἡμᾶς θαυμάζεσθαι παρ' ἡμῶν, ἀλλ' ἔστιν ὅπου καὶ ἀνίησιν ἡμῶν τὴν διάνοιαν. καὶ μετὰ πολλά φησιν· 37,17a σοῦ δὲ ἡ στολὴ θερμή, 17b ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. ἤτοι τοῦτό φησιν, ὅτι «ἐν ὀδύναις εἶ νῦν, ἀλλ' ὕστερον ἀναπαύσῃ». καὶ τοῦτο τῆς τοῦ θεοῦ σοφίας τὸ λύσιν τινὰ καὶ πέρας ἐπινοῆσαι τοῖς ἀνθρωπίνοις κακοῖς τὸν θάνατον. ἢ ὅτι «εἰ καὶ ἐν κακοῖς εἶ, μάχης καὶ πολέμου καὶ ταραχῆς ἐκτὸς ἕστηκας, καὶ τούτῳ σε τιμωρεῖται τῷ τρόπῳ». 37,19a διὰ τί; δίδαξόν με, φησίν, τί ἐροῦμεν αὐτῷ, 19b καὶ παυσόμεθα πολλὰ λέγοντες. τουτέστιν· «διὰ τί ταῦτα γέγονεν; μὴ δυνάμεθα αὐτὸν ἐρωτῆσαι; οὐδὲν λέγω», φησίν, «ἂν ταῦτα μόνον δυνηθῶμεν μαθεῖν.» 37,20a μὴ βίβλος, φησίν, ἢ γραμματεύς μοι παρέστηκεν, 20b ἵνα ἄνθρωπον ἑστὼς κατασιωπήσω; «μὴ γὰρ ἀπὸ βιβλίου», φησίν, «ταῦτα λέγομεν πρὸς αὐτόν; μὴ γὰρ ἄνθρωπός ἐστιν; οὐχ ὁρᾷς ἀντὶ γραμμάτων τὴν δημιουργίαν πᾶσαν πανταχοῦ βοῶσαν;»